Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
  2. ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
  3. μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
Πόδαγρος
  1. Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
Χόρος
  1. Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
  2. σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
  3. ἀνεθρέψατο χόσμιον ἁρμογὰν
  4. ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
  5. τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
  6. Ζανὸς παράκοιτιν Ὀλυμπίου
  7. λευκώλενον εὐρέσι κόλποις
  8. Ἥραν ἐτιθήνατο Τηθύς.
  9. κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
  10. ἐλόχευσε κόρας ἄτρομον φυὰν