Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
  2. ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
  3. δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
  4. ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
  5. εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
  6. ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
  7. βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
  8. δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
  9. ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
  10. πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
  11. καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
  12. ἀλλʼ εἶα.