Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
  2. βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
  3. ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
  4. ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
  5. καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
  6. σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος
  7. μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
  8. ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
  9. δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
  10. ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
  11. εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
  12. ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
  13. βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
  14. δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.