Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν ;
  2. ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
  3. καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
  4. ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.
  5. δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
  6. βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
  7. πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
  8. φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
  9. σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
  10. ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
  11. ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Πόνοι
  1. Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·