Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
  2. ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
  3. ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
  4. ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
  5. ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
    p.245
  6. ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
  7. τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
  8. τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
  9. τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
  10. λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ
    p.250
  11. ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
  12. Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·