Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
  2. τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
  3. πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
  4. ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
  5. Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ,
  6. βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
    p.186
  7. ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
  8. Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
  9. ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
  10. γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.
Χόρος
  1. Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
  2. πουλυσθενές, ὀβριμόθυμε θεά,
  3. κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
  4. μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,