Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
    p.175
  2. καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
  3. εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
  4. τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
  5. ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
  6. ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
    p.180
  7. πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
  8. τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
  9. πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
  10. ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.