Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
- ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·
- ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
- βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
- ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
- τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
- ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
- στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
- πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
- οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.
- ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
- ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
- Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
- ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
- ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω p.175
- καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
- εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
- τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
- ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
- ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων p.180