Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
  2. ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
  3. τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
  4. ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
  5. χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
  6. ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
  7. πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
  8. ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
  9. σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,
  10. δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
  11. ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
  12. ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,