Scytha
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 1. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1909.
οὐ πρῶτος Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ καὶ Τόξαρις πρὸ αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων, οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ δημοτικῶν, οἷοί εἰσι παρʼ αὐτοῖς οἱ ὀκτάποδες καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι καὶ ἁμάξης μιᾶς. οὗτος ὁ Τόξαρις οὐδʼ ἀπῆλθεν ἔτι ὀπίσω ἐς Σκύθας, ἀλλʼ Ἀθήνησιν ἀπέθανε, καὶ μετʼ οὐ πολὺ καὶ ἥρως ἔδοξε καὶ ἐντέμνουσιν αὐτῷ Ξένῳ Ἰατρῷ οἱ Ἀθηναῖοι· τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο. τὴν δὲ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθʼ ὅτου ἐς τοὺς ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος.
κατὰ τὸν λοιμον τὸν μέγαν ἔδοξεν ἡ Ἀρχιτέλους γυνή, Ἀρεοπαγίτου ἀνδρός, ἐπιστάντα οἱ τὸν Σκύθην κελεῦσαι εἰπεῖν Ἀθηναίοις ὅτι παύσονται τῷ λοιμῷ ἐχόμενοι, ἢν τοὺς στενωποὺς οἴνῳ πολλῷ ῥάνωσι. τοῦτο συχνάκις γενόμενον — οὐ γὰρ ἠμέλησαν οἱ Ἀθηναῖοι ἀκούσαντες — ἔπαυσε μηκέτι λοιμώττειν
ἀλλὰ γὰρ οὗπερ ἕνεκα ἐμνήσθην αὐτοῦ, ἔζη μὲν ἔτι ὸ Τόξαρις, ὁ Ἀνάχαρσις δὲ ἄρτι καταπεπλευκὼς ἀνῄει ἐκ Πειραιῶς, οἷα δὴ ξένος καὶ βάρβαρος οὐ μετρίως τεταραγμένος ἔτι τὴν γνώμην, πάντα ἀγνοῶν, ψοφοδεὴς πρὸς τὰ πολλά, οὐκ ἔχων ὅ τι χρήσαιτο ἑαυτῷ· καὶ γὰρ συνίει καταγελώμενος ὑπὸ τῶν ὁρώντων ἐπὶ τῇ σκευῇ, καὶ ὁμόγλωσσον οὐδένα εὕρισκε, καὶ ὅλως μετέμελεν αὐτῷ ἤδη τῆς ὁδοῦ, καὶ ἐδέδοκτο ἰδόντα μόνον τὰς Ἀθήνας ἐπὶ πόδα εὐθὺς ὀπίσω χωρεῖν καὶ πλοίῳ ἐπιβάντα πλεῖν αὖθις ἐπὶ Βοσπόρου, ὅθεν οὐ πολλὴ ἔμελλεν αὐτῷ ὁδὸς ἔσεσθαι οἴκαδε ἐς Σκύθας. οὕτως ἔχοντι τῷ Ἀναχάρσιδι ἐντυγχάνει δαίμων τις ἀγαθὸς ὡς ἀληθῶς ὁ Τόξαρις ἤδη ἐν τῷ Κεραμεικῷ· καὶ τὸ μὲν πρῶτον ἡ στολὴ αὐτὸν ἐπεσπάσατο πατριῶτις οὖσα, εἶτα μέντοι οὐ χαλεπῶς ἔμελλε καὶ αὐτὸν γνώσεσθαι τὸν Ἀνάχαρσιν ἅτε γένους τοῦ δοκιμωτάτου
ἀλλὰ Τόξαρις Σκυθιστὶ προσειπὼν αὐτόν, Οὐ σύ, ἔφη, Ἀνάχαρσις ὢν τυγχάνεις ὁ Δαυκέτου; ἐδάκρυσεν ὑφʼ ἡδονῆς ὁ Ἀνάχαρσις, ὅτι καὶ ὁμόφωνον εὑρήκει τινά, καὶ τοῦτον εἰδότα ὅστις ἦν ἐν Σκύθαις, καὶ ἤρετο, Σὺ δὲ πόθε οἶσθα ἡμᾶς, ὦ ξένε; καὶ αὐτός, ἔφη, ἐκεῖθέν εἰμι παρʼ ὑμῶν, Τόξαρις τοὔνομα, οὐ τῶν ἐπιφανῶν, ὥστε καὶ ἐγνῶσθαι ἄν σοι κατʼ αὐτό. μῶν, ἔφη, σὺ ὁ Τόξαρις εἶ, περὶ οὗ ἐγὼ ἤκουσα ὥς τις Τόξαρις ἔρωτι τῆς Ἑλλάδος ἀπολιπὼν καὶ γυναῖκα ἐν Σκυθίᾳ καὶ παιδία νεογνὰ οἴχοιτο ἐς Ἀθήνας καὶ νῦν διατρίβοι κεῖθι τιμώμενος ὑπὸ τῶν ἀρίστων; ἐγώ, ἔφη, ἐκεῖνός εἰμι, εἴ τις κἀμοῦ λόγος ἔτι παρʼ ὑμῖν. οὐκοῦν, ἦ δʼ ὃς ὁ Ἀνάχαρσις, μαθητήν σου ἴσθι με γεγενημένον καὶ ζηλωτὴν τοῦ ἔρωτος ὃν ἠράσθης, ἰδεῖν τὴν Ἑλλάδα, καὶ κατά γε τὴν ἐμπορίαν ταύτην ἀποδημήσας ἥκω σοι μυρία παθὼν ἐν τοῖς διὰ μέσου ἔθνεσι, καὶ εἴ γε μὴ σοὶ ἐνέτυχον, ἔγνωστο ἤδη πρὶν ἥλιον δῦναι, ὀπίσω αὖθις ἐπὶ ναῦν κατιέναι· οὕτως ἐτεταράγμην ξένα καὶ ἄγνωστα πάντα ὁρῶν. ἀλλὰ πρὸς Ἀκινάκου καὶ Ζαμόλξιδος, τῶν πατρῴων ἡμῖν θεῶν, σύ με, ὦ Τόξαρι, παραλαβὼν ξενάγησον καὶ δεῖξον τὰ κάλλιστα τῶν Ἀθήνησιν, εἶτα καὶ τὰ ἐν τῇ ἄλλῃ Ἑλλάδι, νόμων τε τοὺς ἀρίστους καὶ ἀνδρῶν τοὺς βελτίστους καὶ ἤθη καὶ πανηγύρεις καὶ βίον αὐτῶν καὶ πολιτείαν, διʼ ἅπερ σύ τε κἀγὼ μετὰ σὲ τοσαύτην ὁδὸν ἥκομεν, καὶ μὴ περιίδῃς ἀθέατον αὐτῶν ἀναστρέψοντα.
τοῦτο μέν, ἔφη ὁ Τόξαρις, ἥκιστα ἐρωτικὸν εἴρηκας, ἐπὶ τὰς θύρας αὐτὰς ἐλθόντα οἴχεσθαι ἀπιόντα. πλὴν ἀλλὰ θάρρει· οὐ
μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρʼ αὐτόν ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δʼ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ· καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.
Σκύθης δέ ἐστι τῶν παρʼ ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο
μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη ὁ Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν συνῆσαν, ὁ μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα, ὁ Σόλων, καὶ φίλον ἅπασι ποιῶν τὸν Ἀνάχαρσιν καὶ προσάγων τοῖς Ελλήνων καλοῖς καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως ἥδιστα διατρίψῃ ἐν τῇ Ἑλλάδι, ὁ δὲ τεθηπὼς τὴν σοφίαν αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν εἶναι ἀπολειπόμενος. ὡς γοῦν ὑπέσχετο αὐτῷ ὁ τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς τοῦ Σόλωνος ἅπαντα ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος καὶ ἐτιμᾶτο διʼ ἐκεῖνον· οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν, ἀλλʼ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπεί θοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον ἀρίστους ἄνδρας εἶναι. τὰ τελευταῖα καὶ ἐμυήθη μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ· καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν, οἶμαι, ἐς Σκύθας, εἰ μὴ Σόλων ἀπέθανε.
βούλεσθε οὖν ἤδη ἐπαγάγω τῷ μύθῳ τὸ τέλος, ὡς μὴ ἀκέφαλος περινοστοίη; ὥρα γοῦν εἰδέναι οὗτινός μοι εἵνεκα ὁ Ἀνάχαρσις ἐκ Σκυθίας καὶ Τόξαρις τὰ νῦν ἐς Μακεδονίαν ἥκετον ἔτι καὶ Σόλωνα γέροντα
ἀνθοῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλει πόλις.
οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων, καὶ το μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο. τίσι γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν; ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγρα ψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα. ἐνταῦθά μοι οὐχ εἷς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος βάρβαρος, ὁ Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον· ὦ ξένε, πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν, καὶ οὐκ αν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς, δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ ἀξιώματι πολὺ προὔχοντος ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν· ἡ δὲ παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ τουτὶ γίγνεται, ὅ τι ἂν οὗτοι ἐθέλωσιν· ἐθέλουσι γὰρ ὅ
καὶ ὡς μᾶλλον θαυμάσῃς, μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν, εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν· εἰ δὲ καὶ φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος, τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος ἔχει. ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν, ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρʼ ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἓν τοῦτο ἡμῖν δημόσιον ἀγαθόν ἐστι καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ οὗτος. εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτʼ ἐνδοιάσιμα τὰ σά. ταῦτα νὴ τὸν Δίʼ ἅπαντες ἔλεγον, εἰ χρὴ καὶ ὅρκον ἐπάγειν τῷ λόγῳ, καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν τῶν προσόντων εἰρηκέναι ἔδοξαν. οὐχ ἕδρας τοίνυν οὐδʼ ἀμβολᾶς ἔργον, ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι ἡμῖν τοιοῦτοι γένοιντο· ἢν γὰρ τοῦθʼ ὑπάρξῃ, εὔδια πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον.