Saturnalia
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς, υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών· καὶ ὅλως πολλά ἐστιν ἅπερ ὑμεῖς ἀγνοοῦντες τὸν χρυσὸν ὁρᾶτε αὐτῶν μόνον καὶ τὴν πορφύραν, καὶ ἢν ἴδητέ ποτε ἐξελαύνοντας ἐπὶ λευκοῦ ζεύγους, κεχήνατε καὶ προσκυνεῖτε. εἰ δὲ ὑπερεωρᾶτε αὐτῶν καὶ κατεφρονεῖτε καὶ μήτε ἐπεστρέφεσθε πρὸς τὴν ἀργυρᾶν ἁρμάμαξαν μήτε μεταξὺ διαλεγομένων εἰς τὸν ἐν τῷ δακτυλίῳ σμάραγδον ἀφεωρᾶτε καὶ τῶν ἱματίων παραπτόμενοι τὸ μαλακὸν ἐθαυμάζετε, ἀλλʼ εἰᾶτε καθʼ ἑαυτοὺς πλουτεῖν, εὖ ἴστε, αὐτοὶ ἐφʼ ὑμᾶς ἰόντες ἐδέοντο συνδειπνεῖν, ὡς ἐπιδείξαιντο ὑμῖν τὰς κλίνας καὶ τὰς τραπέζας καὶ τὰ ἐκπώματα, ὧν οὐδὲν ὄφελος, εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη.