Quomodo historia conscribenda sit
Lucian of Samosata
Lucian, Vol. 6. Kilburn, K., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959.
Τὸ δ’ ὅλον ἐκείνου μοι μέμνησο—πολλάκις γὰρ τοῦτο ἐρῶ—καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε καὶ παρ' ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται περὶ σοῦ, “ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, [*](μεστός FGH-2 edd.: μισθός ΓΝ and others.) οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές ἀλλ’ ἀλήθεια ἐπὶ πᾶσι.” τοῦτ', εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας.
Ὁρᾷς τὸν Κνίδιον ἐκεῖνον ἀρχιτέκτονα οἷον ἐποίησεν; οἰκοδομήσας γὰρ τὸν ἐπὶ τῇ Φάρῳ
Χρὴ τοίνυν καὶ τὴν ἱστορίαν οὕτω γράφεσθαι σὺν τῷ ἀληθεῖ μᾶλλον πρὸς τὴν μέλλουσαν ἐλπίδα ἤπερ σὺν κολακείᾳ πρὸς τὸ ἡδὺ τοῖς νῦν ἐπαινουμένοις. οὗτός σοι κανὼν καὶ στάθμη ἱστορίας δικαίας. καὶ εἰ μὲν σταθμήσονταί τινες αὐτῇ, εὖ ἂν ἔχοι καὶ εἰς δέον ἡμῖν γέγραπται· εἰ δὲ μή, κεκύλισται ὁ πίθος ἐν Κρανείῳ.