Abdicatus

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

ὁ πατὴρ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους) ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐκχέαι φάρμακον· οἴεται[*](οἴεται ΓUZCM : ᾤετο BN, edd.) γὰρ ἓν εἶναι μανίας εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν θεραπείαν δεχόμενον.[*](ἐνδεχόμενον BC.) ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι σώζεσθαι τὴν γυναῖκα καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται καί φησιν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον, ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πάσχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς μετὰ παρρησίας τἀληθῆ λέγουσιν. πλὴν ἔγωγε ὡς ἂν οἷός τε ὦ δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης.

v.5.p.488

καὶ πρῶτόν γε ἀπὸ τοῦ νόμου ἄρξομαι καθʼ ὃν οὗτός με ἀποκηρῦξαι βούλεται, ἵνʼ εἰδῇ οὐκέθʼ ὁμοίαν οὖσαν αὐτῷ νῦν τε καὶ πρότερον τὴν ἐξουσίαν. οὐ γὰρ ἅπασιν, ὦ πάτερ, ὁ νομοθέτης οὐδὲ πάντας υἱέας οὐδὲ ὁσάκις ἂν ἐθέλωσιν ἀποκηρύττειν συγκεχώρηκεν οὐδʼ ἐπὶ πάσαις αἰτίαις, ἀλλʼ ὥσπερ τοῖς πατράσιν τὰ τηλικαῦτα ὀργίζεσθαι ἐφῆκεν, οὕτω καὶ τῶν παίδων προὐνόησεν, ὡς μὴ ἀδίκως αὐτὸ πάσχωσιν· καὶ διὰ τοῦτο οὐκ ἐλευθέραν ἐφῆκε γίγνεσθαι οὐδὲ ἄκριτον τὴν τιμωρίαν, ἀλλʼ ἐς δικαστήριον ἐκάλεσε καὶ δοκιμαστὰς ἐκάθισε τοὺς μήτε πρὸς ὀργὴν μήτε διαβολὴν[*](διαβολὴν ΓUΝ(Β): πρὸς διαβολὴν ΖCMF.) τὸ δίκαιον κρινοῦντας. ᾔδει γὰρ πολλοῖς πολλάκις ἀλόγους αἰτίας ὀργῆς παρισταμένας, καὶ τὸν μὲν ψευδεῖ τινι διαβολῇ πειθόμενον, τὸν δὲ οἰκέτῃ πιστεύοντα ἢ γυναίῳ ἐχθρῷ. οὔκουν ἡγεῖτο ἀδίκαστον γίγνεσθαι τὸ πρᾶγμα οὐδʼ ἐξ ἐρήμης τοὺς παῖδας εὐθὺς ἁλίσκεσθαι, ἀλλὰ καὶ ὕδωρ ἐγχεῖται καὶ λόγος ἀποδίδοται καὶ ἀνεξέταστον οὐδὲν καταλείπεται.

ἐπεὶ τοίνυν ἔξεστιν, καὶ τοῦ μὲν ἐγκαλεῖν μόνου ὁ πατὴρ κύριος, τοῦ κρῖναι δὲ εἰ εὔλογα αἰτιᾶται ὑμεῖς οἱ δικάζοντες, αὐτὸ μὲν ὅ μοι ἐπιφέρει καὶ ἐφʼ ᾧ νῦν ἀγανακτεῖ μηδέπω σκοπεῖτε, πρότερον δὲ ἐκεῖνο ἐξετάσατε, εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύξαντι καὶ χρησαμένῳ τῇ παρὰ τοῦ νόμου ἐξουσίᾳ καὶ ἀποπληρώσαντι τὴν πατρικὴν ταύτην δυναστείαν, εἶτʼ

v.5.p.490
αὖθις ἀναλαβόντι καὶ λύσαντι τὴν ἀποκήρυξιν. ἐγὼ μὲν γὰρ ἀδικώτατον εἶναί φημι τὸ τοιοῦτον, ἀπεράντους γίνεσθαι καὶ[*](καὶ ΓUZNB: κατὰ (C)A, not in F.) τῶν παίδων τὰς τιμωρίας καὶ πολλὰς τὰς καταδίκας καὶ τὸν φόβον ἀΐδιον καὶ τὸν νόμον ἄρτι μὲν συνοργίζεσθαι, μετὰ μικρὸν δὲ λύεσθαι, καὶ πάλιν ὁμοίως ἰσχυρὸν εἶναι, καὶ ὅλως ἄνω καὶ κάτω στρέφεσθαι τὰ δίκαια πρὸς τὸ ἐπὶ καιροῦ δοκοῦν πατράσιν. ἀλλὰ τὸ μὲν πρῶτον ἄξιον ἐφιέναι καὶ ἀγανακτοῦντι συναγανακτεῖν καὶ κύριον τῆς τιμωρίας ποιεῖν τὸν γεγεννηκότα· ἢν δὲ ἅπαξ ἀναλώσῃ τὴν ἐξουσίαν καὶ καταχρήσηται τῷ νόμῳ καὶ ἐμπλησθῇ τῆς ὀργῆς, εἶτα μετὰ ταῦτα ἀναλάβῃ, χρηστὸν εἶναι μεταπεισθείς, ἐπὶ τούτων ἀνάγκη μένειν[*](μένειν Ν(Fritsache): μὲν μένειν ΓUZ cett.; cf. p.494, n. 1.) καὶ μηκέτι μεταπηδᾶν μηδὲ μεταβουλεύεσθαι μηδὲ μεταποιεῖν τὴν κρίσιν.

τοῦ[*](τοῦ Ν(CΜ): τοῦτο ΓUΖB.) μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, οἶμαι, γνώρισμα ἦν, καὶ διὰ τοῦτο τοὺς ἀναξίους τοῦ γένους παραιτεῖσθαι συγκεχώρηται τοῖς ὅτε ἠγνόουν ἀναθρεψαμένοις.

ὅταν δὲ μὴ κατʼ ἀνάγκην ἀλλʼ ἐπʼ ἐξουσίας αὐτός τις ἀφʼ ἑαυτοῦ[*](ἀφ᾽ ἑαυτοῦ Schaefer : ὑφ᾽ ἑαυτοῦ MSS.) καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανὴ μεταβάλλεσθαι, ἢ τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου; φαίη γὰρ ἂν πρὸς σὲ ὁ νομοθέτης, εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν ἀνεκάλεις; τί δʼ αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν; τί δʼ ἔλυες τὸν νόμον; ἐλεύθερος γὰρ ἦσθα καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον

v.5.p.492
τοῖς νόμοις οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδὲ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τοὺς νόμους καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον δὲ ὑπηρέτας, τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλλάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτραφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοκῇς· τὸ δʼ ἄπαυστον τοῦτο καὶ ἀΐδιον καὶ πολὺ ῥᾴδιον[*](πολὺ ῥᾴδιον ΓΖ: πολὺ καὶ ῥᾴδιον other ΜSS.: cf. Mer., 9, 3, πολὺ ἀφόρητος.) μεῖζον ἤδη τῆς πατρικῆς ἐστιν ἐξουσίας.

μὴ δή, πρὸς Διός, ὦ ἄνδρες δικασταί, συγχωρήσητε αὐτῷ ἑκούσιον τὴν ἀνάληψιν πεποιημένῳ καὶ λύσαντι τὴν γνῶσιν τοῦ πάλαι δικαστηρίου καὶ ἀκυρώσαντι τὴν ὀργὴν αὖθις τὴν[*](αὖθις ἐπὶ τὴν ΜSS.: ἐπὶ excised by Fritzsche.) αὐτὴν τιμωρίαν ἀνακαλεῖν καὶ ἐπὶ τὴν ἐξουσίαν τὴν πατρικὴν ἀνατρέχειν, ἧς ἔξωρος ἤδη καὶ ἕωλος ἡ προθεσμία καὶ μόνῳ τούτῳ ἄκυρος καὶ προδεδαπανημένη. ὁρᾶτε γάρ που καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ὡς ἀπὸ μὲν τῶν κλήρῳ λαχόντων δικαστῶν, ἤν τις ἄδικον οἴηται γεγενῆσθαι τὴν κρίσιν, δίδωσιν ὁ νόμος ἐς ἕτερον ἐφεῖναι δικαστήριον· ἢν δέ τινες ἑκόντες αὐτοὶ σύνθωνται δικαστὰς καὶ προελόμενοι ἐπιτρέψωσιν διαιτᾶν, οὐκέτι. οἷς γὰρ ἐξῆν μηδὲ τὴν ἀρχὴν ἐμμένειν,[*](ἐμμένειν The sense seems to require ἐπιτρέψαι.) εἰ τούτους τις αὐθαίρετος εἵλετο, στέργειν ἐστὶ δίκαιος τοῖς ἐγνωσμένοις. οὕτω δὴ καὶ σύ, ὃν ἐξῆν μηκέτʼ ἀναλαμβάνειν εἰ ἀνάξιος[*](εἰ ἀνάξιος Ν: εἰ μὴ ἀνάξιος οἴμοι MSS.) ἐδόκει τοῦ γένους, τοῦτον εἰ χρηστὸν ἡγησάμενος εἶναι πάλιν

v.5.p.494
ἀνείληφας, οὐκέτʼ ἀποκηρύττειν ἕξεις· ὅτι γὰρ οὐκ ἄξιος αὖθις παθεῖν ταῦτα, ὑπʼ αὐτοῦ σοῦ μεμαρτύρηται καὶ χρηστὸς ἤδη ἀνωμολόγηται. ἀμετανόητον οὖν τὴν ἀνάληψιν καὶ τὴν διαλλαγὴν βέβαιον εἶναι προσήκει μετὰ κρίσιν οὕτω πολλὴν καὶ δύο δικαστήρια, ἓν μὲν[*](μὲν N(BCM): μὲν εἰ ΓΖ, μένει U.) τὸ πρῶτον, ἐφʼ οὗ παρῃτήσω, δεύτερον δὲ τὸ σόν, ὅτε μετεβουλεύσω καὶ ἀνάδαστον ἐποίησας· τὰ πρότερον ἐγνωσμένα λύσας βεβαιοῖς τὰ μετʼ ἐκεῖνα βεβουλευμένα. μένε τοίνυν ἐπὶ τῶν τελευταίων καὶ φύλαττε τὴν σαυτοῦ κρίσιν· πατέρα σε εἶναι δεῖ· τοῦτο γὰρ ἔδοξέ σοι, τοῦτʼ ἐδοκίμασας, τοῦτʼ ἐκύρωσας.

ἐγὼ μὲν οὐδʼ εἰ μὴ φύσει παῖς ἦν, θέμενος δὲ ἀποκηρύττειν ἤθελες, ἐξεῖναι ἄν σοι ᾠόμην· ὃ γὰρ τὴν ἀρχὴν μὴ ποιεῖν δυνατὸν ἦν, τοῦτʼ ἄδικον λύειν ἅπαξ γενόμενον. τὸν δὲ καὶ φύσει καὶ αὖθις προαιρέσει καὶ γνώμῃ ἐσπεποιημένον, πῶς εὔλογον αὖθις ἀπωθεῖσθαι καὶ πολλάκις τῆς μιᾶς οἰκειότητος ἀποστερεῖν; εἰ δʼ οἰκέτης ὢν ἐτύγχανον, καὶ τὸ μὲν πρῶτον πονηρὸν οἰόμενος ἐπέδησας, μεταπεισθεὶς δὲ ὡς οὐδὲν ἠδίκουν ἐλεύθερον ἀφῆκας εἶναι, ἆρʼ ἄν σοι πρὸς καιρὸν ὀργισθέντι αὖθις ἐξῆν ἐς τὴν ὁμοίαν δουλείαν ἐπανάγειν; οὐδαμῶς. τὰ γὰρ τοιαῦτα βέβαια καὶ διὰ παντὸς κύρια ὑπάρχειν οἱ νόμοι ἀξιοῦσιν.

ὑπὲρ μὲν οὖν τοῦ μηκέτι ἐξεῖναι τούτῳ ἀποκηρύττειν ὃν ἅπαξ ἀποκηρύξας ἑκὼν ἀνέλαβεν ἔτι πολλὰ εἰπεῖν ἔχων ὅμως παύσομαι.

σκέψασθε δὲ ἤδη ὅντινα ὄντα καὶ ἀποκηρύξει·[*](ἀποκηρύξει· MSS. have με either after ὄντα (A) or after ἀποκηρύξει: it is better out.) καὶ οὐ δή

v.5.p.496
που τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν· οὐδὲν γὰρ ἂν πρὸς τοῦτο ἡ τέχνη συναγωνίσαιτο· οὐδʼ ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα· μικρὸν γὰρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλʼ οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον. οὗ τί γένοιτʼ ἂν ἀχαριστότερον, σωθέντα διʼ ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, τῆς θεραπείας ἐκείνης οὐδένα λόγον ἔχοντα, ἀλλʼ οὕτω ῥᾳδίως ἐπιλελῆσθαι καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντʼ ἂν δικαίως ἐφʼ οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ’ οὐ[*](δ’ οὐ ed. Flor., οὐ MSS.) μνησικακήσαντα, ἀλλὰ καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα;

οὐ γὰρ σμικρόν, ὦ ἄνδρες δικασταί, οὐδὲ τὸ τυχὸν εὖ πεποιηκὼς αὐτόν, ὅμως τῶν τοιούτων νῦν ἀξιοῦμαι. ἀλλʼ εἰ καὶ οὗτος ἀγνοεῖ τὰ τότε, πάντες ὑμεῖς ἴστε οἷα ποιοῦντα αὐτὸν καὶ πάσχοντα καὶ ὅπως διακείμενον ἐγὼ παραλαβών, τῶν μὲν ἄλλων ἰατρῶν ἀπεγνωκότων, τῶν δὲ οἰκείων φευγόντων καὶ μηδὲ πλησίον προσιέναι τολμώντων, τοιοῦτον ἀπέφηνα ὡς καὶ κατηγορεῖν δύνασθαι καὶ περὶ τῶν νόμων διαλέγεσθαι. μᾶλλον δέ, ὁρᾷς, ὦ πάτερ, τὸ παράδειγμα· τοιοῦτον ὄντα σε παρʼ ὀλίγον οἵα νῦν ἡ γυνή ἐστιν, πρὸς τὴν ἀρχαίαν φρόνησιν ἐπανήγαγον. οὐ δὴ δίκαιον τοιαύτην μοι γενέσθαι ἀντʼ ἐκείνων τὴν ἀμοιβὴν

v.5.p.498
οὐδὲ κατʼ ἐμοῦ σε μόνου σωφρονεῖν· ὅτι γὰρ μὴ μικρὰ ὑπʼ ἐμοῦ εὐηργέτησαι, καὶ ἀπʼ αὐτῶν ὧν ἐγκαλεῖς δῆλόν ἐστιν· ὃν[*](ὃν Ν : ὃς  ΓUΖΒ.) γὰρ ὡς ἐν ἐσχάτοις οὖσαν τὴν γυναῖκα καὶ παμπονηρῶς ἔχουσαν οὐκ ἰώμενον μισεῖς, πῶς οὐ πολὺ μᾶλλον ὅτι σε τῶν ὁμοίων ἀπήλλαξα ὑπεραγαπᾷς καὶ χάριν ὁμολογεῖς, τῶν οὕτω δεινῶν ἀπηλλαγμένος; σὺ δέ, ὅπερ ἀγνωμονέστατον, σωφρονήσας εὐθὺς ἐς δικαστήριον ἄγεις καὶ σεσωσμένος κολάζεις καὶ ἐπὶ τὸ ἀρχαῖον ἐκεῖνο μῖσος ἀνατρέχεις καὶ τὸν αὐτὸν ἀναγινώσκεις νόμον. καλὸν γοῦν τὸν μισθὸν ἀποδίδως τῇ τέχνῃ καὶ ἀξίας ἀμοιβὰς τῶν φαρμάκων ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον.

ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τὸν εὐεργέτην τούτῳ κολάζειν ἐπιτρέψετε καὶ τὸν σώσαντα ἐξελαύνειν καὶ τὸν σωφρονίσαντα μισεῖν καὶ τὸν ἀναστήσαντα τιμωρεῖσθαι; οὔκ, ἤν γε τὰ δίκαια ποιῆτε. καὶ γὰρ εἰ τὰ μέγιστα νῦν ἁμαρτάνων ἐτύγχανον, ἦν μοί τις οὐ μικρὰ προοφειλομένη χάρις, ἐς ἣν ἀποβλέποντα τοῦτον καὶ ἧς μεμνημένον καλῶς εἶχε τῶν μὲν παρόντων καταφρονεῖν, διʼ ἐκεῖνα δὲ πρόχειρον τὴν συγγνώμην ἔχειν, καὶ μάλιστα εἰ τηλικαύτη τις ἡ εὐεργεσία τυγχάνοι ὡς πάντα ὑπερπαίειν τὰ μετὰ ταῦτα. ὅπερ οἶμαι κἀμοὶ πρὸς τοῦτον ὑπάρχειν, ὃν ἔσωσα, καὶ ὃς τοῦ βίου παντὸς χρεώστης ἐστί μοι, καὶ ᾧ τὸ εἶναι καὶ τὸ σωφρονεῖν καὶ τὸ συνιέναι παρέσχημαι, καὶ μάλιστα ὅτε οἱ ἄλλοι πάντες ἤδη ἀπεγνώκεσαν καὶ ἥττους εἶναι ὡμολόγουν τῆς νόσου.

τοῦτο γὰρ μείζω οἶμαι ποιεῖν τὴν ἐμὴν

v.5.p.500
εὐεργεσίαν, ὃς οὔτε υἱὸς ὢν τότε οὔτε ἀναγκαίαν τῆς θεραπείας ἔχων αἰτίαν ἀλλὰ ἐλεύθερος καθεστὼς καὶ ἀλλότριος, τῆς φυσικῆς αἰτίας ἀφειμένος, ὅμως οὐ περιεῖδον, ἀλλʼ ἐθελοντής, ἄκλητος, αὐτεπάγγελτος ἧκον· ἐβοήθησα, προσελιπάρησα, ἰασάμην, ἀνέστησα, καὶ τὸν πατέρα ἐμαυτῷ διεφύλαξα, καὶ ὑπὲρ τῆς ἀποκηρύξεως ἀπελογησάμην, καὶ τῇ εὐνοίᾳ τὴν ὀργὴν ἔπαυσα, καὶ τὸν νόμον ἔλυσα τῇ φιλοστοργίᾳ, καὶ μεγάλης εὐεργεσίας τὴν ἐς τὸ γένος ἐπάνοδον ἐπριάμην, καὶ ἐν οὕτως ἐπισφαλεῖ καιρῷ τὴν πρὸς τὸν πατέρα πίστιν ἐπεδειξάμην, καὶ μετὰ τῆς τέχνης ἐμαυτὸν ἐσεποίησα, καὶ γνήσιος υἱὸς ἐν τοῖς δεινοῖς ἀνεφάνην.

πόσα γὰρ οἴεσθε παθεῖν με, πόσα καμεῖν παρόντα, ὑπηρετοῦντα, καιροφυλακοῦντα, νῦν μὲν εἴκοντα τῇ τοῦ πάθους ἀκμῇ, νῦν δὲ τὴν τέχνην ἐπάγοντα πρὸς ὀλίγον ἐνδιδόντος τοῦ κακοῦ; ἔστιν δὲ τῶν ὄντων ἁπάντων τούτων ἐν τῇ ἰατρικῇ τὸ ἐπισφαλέστατον τοὺς τοιούτους ἰᾶσθαι καὶ πλησιάζειν οὕτω διακειμένοις· ἐς γὰρ τοὺς πλησίον πολλάκις ἀφιᾶσι τὴν λύτταν, ἐπιζέσαντος τοῦ πάθους. καὶ ὅμως πρὸς οὐδὲν τούτων ἀπώκνησα οὐδὲ ἀπεδειλίασα, συνὼν δὲ καὶ πάντα τρόπον ἀντεξεταζόμενος τῇ νόσῳ τὸ τελευταῖον ἐκράτησα τῷ φαρμάκῳ.

μὴ γὰρ τοῦτʼ ἀκούσας εὐθὺς ὑπολάβῃ τις ποῖος δὲ ἢ πόσος ὁ κάματος ἐγχέαι φάρμακον; πολλὰ γὰρ πρὸ τούτου γενέσθαι δεῖ, καὶ προοδοποιῆσαι τῇ πόσει καὶ προπαρασκευάσαι ῥᾴδιον

v.5.p.502
ἐς ἴασιν τὸ σῶμα καὶ τῆς ἁπάσης ἕξεως φροντίσαι κενοῦντα καὶ ἰσχναίνοντα καὶ οἷς χρὴ τρέφοντα καὶ κινοῦντα ἐς ὅσον χρήσιμον καὶ ὕπνους ἐπινοοῦντα καὶ ἠρεμίας μηχανώμενον, ἅπερ οἱ μὲν ἄλλο τι νοσοῦντες ῥᾳδίως πεισθεῖεν ἄν, οἱ μεμηνότες δὲ διὰ τὴν ἐλευθερίαν τοῦ νοῦ δυσάγωγοι καὶ δυσηνιόχητοι καὶ τῷ ἰατρῷ ἐπισφαλεῖς καὶ τῇ θεραπείᾳ δυσκαταγώνιστοι. ὅταν γοῦν πολλάκις οἰήθωμεν[*](οἰήθωμεν W.A. Hirschig:   ποιήσωμεν  MSS.) ἤδη πλησίον γενέσθαι τοῦ τέλους καὶ ἐλπίσωμεν, ἐμπεσόν τι μικρὸν ἁμάρτημα ἐπακμάσαντος τοῦ πάθους ἅπαντα ῥᾳδίως ἐκεῖνα ἀνέτρεψε καὶ ἐνεπόδισε[*](ἐνεπόδισε NC: ἀνεπόισε ΓUΖ  cett.) τὴν θεραπείαν καὶ τὴν τέχνην διέσφηλε.

τὸν οὖν ταῦτα πάντα ὑπομεμενηκότα καὶ οὕτω χαλεπῷ νοσήματι προσπαλαίσαντα καὶ πάθος ἁπάντων παθῶν τὸ δυσαλωτότατον νενικηκότα ἔτι τούτῳ ἀποκηρύττειν ἐπιτρέψετε, καὶ τοὺς νόμους ὡς βούλεται ἑρμηνεύειν κατʼ εὐεργέτου συγχωρήσετε, καὶ τῇ φύσει πολεμεῖν αὐτὸν ἐάσετε;

ἐγὼ τῇ φύσει πειθόμενος, ὦ ἄνδρες δικασταί, σώζω καὶ διαφυλάττω τὸν πατέρα ἐμαυτῷ κἂν ἀδικῇ· οὑτοσὶ[*](ἀδικῇ" οὑτοσὶ δὲ Fritzsche : ἀδικῇ οὗτος: εἰ δὲ MSS. But U has a point before οὗτος as well as one after it.) δὲ τὸν εὐεργετηκότα παῖδα τοῖς νόμοις, ὥς φησιν, ἀκολουθῶν διαφθείρει καὶ τοῦ γένους ἀποστερεῖ. μισόπαις οὗτος, ἐγὼ φιλοπάτωρ γίγνομαι. ἐγὼ τὴν φύσιν ἀσπάζομαι, οὗτος τὰ τῆς φύσεως παρορᾷ καὶ[*](καὶ not in Ν. Very likely παρορᾷ is intrusive here; cf. p. δ04, n. 1.) καθυβρίζει δίκαια[*](δίκαια not in C.). ὢ πατρὸς μισοῦντος ἀδίκως· ὢ παιδὸς φιλοῦντος ἀδικώτερον. ἐγκαλῶ γὰρ ἐμαυτῷ, τοῦ

v.5.p.504
πατρὸς ἀναγκάζοντος, ὅτι μισούμενος οὐ δέον φιλῶ καὶ φιλῶ πλέον ἢ προσῆκεν. καίτοι γε ἡ φύσις τοῖς πατράσιν τοὺς παῖδας μᾶλλον ἢ τοῖς παισὶν τοὺς πατέρας ἐπιτάττει φιλεῖν. ἀλλʼ οὗτος ἑκὼν καὶ τοὺς νόμους παρορᾷ,[*](παρορᾷ omitted in ΓΖ.) οἳ τοὺς οὐδὲν ἠδικηκότας παῖδας τῷ γένει φυλάττουσιν, καὶ τὴν φύσιν, ἣ τοὺς γεννήσαντας ἕλκει πρὸς πόθον τῶν γεγεννημένων πολύν. οὐχ ὅπως μείζους ἀρχὰς εὐνοίας ἔχων πρὸς ἐμὲ μείζονα τὰ δίκαιά μοι τῆς εὐνοίας ἐσφέρει καὶ ἐπιδίδωσιν, ἢ τό γε ἔλαττον ἐμὲ μιμεῖται καὶ ζηλοῖ τοῦ φίλτρου· ἀλλʼ, οἴμοι τῆς συμφορᾶς, προσέτι καὶ μισεῖ φιλοῦντα καὶ ἀγαπῶντα ἐλαύνει καὶ εὐεργετοῦντα ἀδικεῖ καὶ ἀσπαζόμενον ἀποκηρύττει, καὶ τοὺς φιλόπαιδας νόμους ὡς μισόπαιδας κατʼ ἐμοῦ μεταχειρίζεται. ὢ μάχης ἣν ἐσάγεις, πάτερ, τοῖς νόμοις κατὰ τῆς φύσεως.

οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις· κακῶς ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλʼ ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων. ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει; οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς, καθʼ ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους. καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι

v.5.p.506
διδόασιν κατὰ τῶν τοὺς εὐεργέτας μὴ ἀντευποιούντων. ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπʼ αὐτοῖς οἷς πέπονθε[*](οἷς εὖ πέπονθε (MF) edd.) κολάζειν ἀξιῶν, σκέψασθε εἴ τινα ὑπερβολὴν ἀδικίας ἀπολέλοιπεν.

ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς, οἶμαι, δέδεικται.