Abdicatus

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία; τίς πορνοβοσκὸς ὕβρισται; τίς ᾐτιάσατο; οὐδὲ εἷς. καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν.

ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά. τί οὖν; ἐμοὶ τοῦτʼ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς;

οὔ, φησίν. ἀλλὰ τί; θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτʼ ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί. ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ πρὸς ὀλίγον ὑπερθήσομαι· πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτʼ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δʼ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δὲ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ· ἐὰν τῶν κατʼ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ· ἐὰν τὰ κατʼ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ — πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφʼ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ[*](τῷ γραφεῖ (MC)A, ed. Flor.: τῳ γράφειν ΓUΖΝB.)

v.5.p.510
πατὴρ προστάττῃ, ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή, καὶ τῷ μουσικῷ, τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή, καὶ τῷ χαλκεύοντι, τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή, ἆρʼ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδʼ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδʼ ὑπὸ ψῆφον[*](ψῆφον Κ. G. P. Schwarz: φόβον MSS.) καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον[*](φόβον K. G. P. Schwarz: ψῆφον ΜSS.) καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλʼ ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν ἰδιώτης εἶναι βούλομαι, τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἂν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει· πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι· βούλεσθαι, οὐ φοβεῖσθαι· ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαι[*](εὐχόμενον ἰδέσθαι 11.). πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη,[*](ἄμοιρος ἀτελῆς ἡ τέχνη MSS. ἀτελὴς is clearly a gloss.)4

v.5.p.512
ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἱ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.

ταῦτα μὲν οὖν ἁπλῶς ἂν εἶχον εἰπεῖν ὑπὲρ τῆς τέχνης, εἰ καὶ σοῦ διδαξαμένου με καὶ πολλὰ ἐπιμεληθέντος καὶ ἀναλώσαντος ὡς μάθοιμι πρὸς μίαν ὅμως θεραπείαν ταύτην, δυνατὴν οὖσαν, ἀντέλεγον. νυνὶ δὲ κἀκεῖνο ἐννόησον, ὡς παντάπασιν ἄγνωμον ποιεῖς οὐκ ἐῶν με χρῆσθαι μετʼ ἐλευθερίας ἐμῷ κτήματι. ταύτην ἐγὼ τὴν τέχνην οὐχ υἱὸς ὢν σὸς ἐξέμαθον οὐδὲ τῷ σῷ νόμῳ ὑποκείμενος, καὶ ὅμως αὐτὴν μεμάθηκά σοι — καὶ πρῶτος αὐτῆς ἀπολέλαυκας — οὐδὲν παρὰ σοῦ πρὸς τὸ μαθεῖν ἔχων. τίνα διδάσκαλον ἐμισθώσω; τίνα φαρμάκων παρασκευήν; οὐδʼ ἡντιναοῦν· ἀλλὰ πενόμενος ἐγὼ καὶ τῶν ἀναγκαίων ἀπορούμενος καὶ ὑπὸ τῶν διδασκάλων ἐλεούμενος ἐπαιδευόμην, καί μοι τοιαῦτα παρὰ τοῦ πατρὸς ἦν πρὸς τὸ μαθεῖν ἐφόδια, λύπη καὶ ἐρημία καὶ ἀπορία καὶ μῖσος οἰκείων καὶ ἀποστροφὴ συγγενῶν. ἀντὶ τούτων τοίνυν χρῆσθαί μου τῇ τέχνῃ ἀξιοῖς καὶ δεσπότης εἶναι θέλεις τῶν ὅτʼ οὐκ ἦσθα δεσπότης πεπορισμένων; ἀγάπα εἴ τί σε καὶ πρότερον ἑκὼν οὐ προοφείλων εὖ ἐποίησα, μηδεμίαν μηδὲ τότε[*](τότε Ν : τὸ ΓΖUBC (του F).) χάριν ἀπαιτεῖσθαι δυνάμενος.

οὐ δὴ δεῖ τὴν εὐποιίαν τὴν ἐμὴν ἀνάγκην ἐς τὸ λοιπόν μοι γενέσθαι, οὐδὲ τὸ ἑκόντα εὐεργετῆσαι ἀφορμὴν τοῦ ἄκοντα κελεύεσθαι καταστῆναι, οὐδὲ ἔθος ὑπάρξαι τοῦτο, τὸ ἅπαξ τινὰ ἰασάμενον πάντας ἐς ἀεὶ θεραπεύειν ὁπόσους ἂν ὁ θεραπευθεὶς θέλῃ· ἐπεὶ δεσπότας ἂν οὕτως καθʼ ἡμῶν εἴημεν τοὺς

v.5.p.514
θεραπευομένους κεχειροτονηκότες καὶ μισθὸν τὸ δουλεύειν αὐτοῖς καὶ τὸ πάντα κελεύουσιν ὑπηρετεῖν προσδεδωκότες[*](προσδεδωκότες Wesseling's marginalia : προδεδωκότες ), οὗ τί γένοιτʼ ἂν ἀδικώτερον; διότι σε νοσήσαντα χαλεπῶς οὕτως ἀνέστησα, διὰ τοῦτο νομίζεις ἐξεῖναί σοι καταχρῆσθαί μου τῇ τέχνῃ;

ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα· ἐπεὶ γὰρ ἐμὲ ἰάσω, φησίν, μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει — τοῦτο γὰρ οἴεται — καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου. τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς· εἰ δέ μου ἀκούσαιτε[*](ἀκούσαιτε ed. Flor. : ἀκούσεται Γ, ἀκούσετε ΝΖUΒ.) ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτʼ ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθʼ αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτʼ ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότʼ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.

πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἂν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων

v.5.p.516
συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε μᾶλλον[*](μᾶλλον N vulg.: omitted in ΓZUB(C)A.) ἢ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ[*](διάφορα δὴ ΓΖ: δνάφορα γὰρ δὴ NUB.) καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα. τὸ τοίνυν οἴεσθαι πάντα πυρετὸν ἢ πᾶσαν φθόην ἢ περιπλευμονίαν ἢ μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθʼ ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους ἢ εὔφορα καὶ[*](καὶ Fritzsche: ἢ MSS.) εὔτροφα ἢ ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς ὁ πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἅπαντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.