Abdicatus
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
τὸν οὖν ταῦτα πάντα ὑπομεμενηκότα καὶ οὕτω χαλεπῷ νοσήματι προσπαλαίσαντα καὶ πάθος ἁπάντων παθῶν τὸ δυσαλωτότατον νενικηκότα ἔτι τούτῳ ἀποκηρύττειν ἐπιτρέψετε, καὶ τοὺς νόμους ὡς βούλεται ἑρμηνεύειν κατʼ εὐεργέτου συγχωρήσετε, καὶ τῇ φύσει πολεμεῖν αὐτὸν ἐάσετε;
ἐγὼ τῇ φύσει πειθόμενος, ὦ ἄνδρες δικασταί, σώζω καὶ διαφυλάττω τὸν πατέρα ἐμαυτῷ κἂν ἀδικῇ· οὑτοσὶ[*](ἀδικῇ" οὑτοσὶ δὲ Fritzsche : ἀδικῇ οὗτος: εἰ δὲ MSS. But U has a point before οὗτος as well as one after it.) δὲ τὸν εὐεργετηκότα παῖδα τοῖς νόμοις, ὥς φησιν, ἀκολουθῶν διαφθείρει καὶ τοῦ γένους ἀποστερεῖ. μισόπαις οὗτος, ἐγὼ φιλοπάτωρ γίγνομαι. ἐγὼ τὴν φύσιν ἀσπάζομαι, οὗτος τὰ τῆς φύσεως παρορᾷ καὶ[*](καὶ not in Ν. Very likely παρορᾷ is intrusive here; cf. p. δ04, n. 1.) καθυβρίζει δίκαια[*](δίκαια not in C.). ὢ πατρὸς μισοῦντος ἀδίκως· ὢ παιδὸς φιλοῦντος ἀδικώτερον. ἐγκαλῶ γὰρ ἐμαυτῷ, τοῦ
οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις· κακῶς ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλʼ ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων. ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει; οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς, καθʼ ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους. καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι
ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς, οἶμαι, δέδεικται.
ἤδη δὲ καὶ ἐπʼ αὐτὴν τὴν αἰτίαν ἔλθωμεν τῆς ἀποκηρύξεως καὶ τὸ ἔγκλημα ἐξετάσωμεν ὁποῖόν ἐστιν. ἀνάγκη δὲ αὖθις ἐπὶ τὴν γνώμην ἀναδραμεῖν τοῦ νομοθέτου· ἵνα γάρ σοι τοῦτο πρὸς ὀλίγον δῶμεν, τὸ ἐξεῖναι ὁσάκις ἂν θέλῃς ἀποκηρύττειν, καὶ κατά γε τοῦ εὐεργέτου προσέτι τὴν ἐξουσίαν ταύτην συγχωρήσωμεν, οὐχ ἁπλῶς, οἶμαι, οὐδὲ ἐπὶ πάσαις αἰτίαις ἀποκηρύξεις. οὐδὲ τοῦθʼ ὁ νομοθέτης φησίν, ὅ τι ἂν τύχῃ ὁ πατὴρ αἰτιασάμενος, ἀποκηρυττέτω, καὶ ἀπόχρη θελῆσαι μόνον καὶ μέμψασθαι. τί γὰρ ἂν ἔδει δικαστηρίου; ἀλλʼ ἐν ὑμῖν[*](ἐν ὑμῖν Harmon (ἐφʼ ὑμῖν Madvig): ὑμῖν MSS. N).) ποιεῖ τοῦτο, ὦ ἄνδρες δικασταί, σκοπεῖν εἴτε ἐπὶ μεγάλοις καὶ δικαίοις ὁ πατὴρ ὀργίζεται εἴτε καὶ μή. οὐκοῦν τοῦτο ἤδη ἐξετάσατε. ἄρξομαι δὲ ἀπὸ τῶν μετὰ τὴν μανίαν εὐθύς.