Abdicatus

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

ἀποκηρυχθείς τις ἰατρικὴν ἐξέμαθεν. μανέντα τὸν πατέρα καὶ ὑπὸ τῶν ἀλλων ἰατρῶν ἀπεγνωσμένον ἰασάμενος φαρμάκου δόσει ἀνελήφθη αὖθις ἐς τὸ γένος. μετὰ ταῦτα μεμηνυίαν τὴν μητρυιὰν ἰάσασθαι κελευόμενος --- ἀποκηρύττεται.

οὐ καινὰ μὲν ταῦτα, ὦ ἄνδρες δικασταί, οὐδὲ παράδοξα τὰ[*](τὰ Γ2 (Fritzsche): not in other MSS.) ὑπὸ τοῦ πατρὸς ἐν τῷ παρόντι γιγνόμενα, οὐδὲ νῦν πρῶτον τὰ τοιαῦτα ὀργίζεται, ἀλλὰ πρόχειρος οὗτος ὁ νόμος αὐτῷ καὶ συνήθως ἐπὶ τοῦτʼ ἀφικνεῖται τὸ δικαστήριον. ἐκεῖνο δὲ καινότερον νῦν δυστυχῶ, ὅτι ἔγκλημα μὲν ἴδιον οὐκ ἔχω, κινδυνεύω δὲ τιμωρίαν ὑποσχεῖν ὑπὲρ τῆς τέχνης εἰ μὴ πάντα δύναται πείθεσθαι τούτῳ κελεύοντι, οὗ τί γένοιτʼ ἂν ἀτοπώτερον, θεραπεύειν ἐκ προστάγματος, οὐκέθʼ ὡς ἡ τέχνη δύναται, ἀλλʼ ὡς ὁ πατὴρ βούλεται; ἐβουλόμην μὲν οὖν τὴν ἰατρικὴν καὶ τοιοῦτόν τι ἔχειν

v.5.p.478
φάρμακον ὃ μὴ μόνον τοὺς μεμηνότας ἀλλὰ καὶ τοὺς ἀδίκως ὀργιζομένους παύειν ἐδύνατο, ἵνα καὶ τοῦτο τοῦ πατρὸς τὸ νόσημα ἰασαίμην. νυνὶ δὲ τὰ μὲν τῆς μανίας αὐτῷ τέλεον πέπαυται, τὰ δὲ τῆς ὀργῆς μᾶλλον ἐπιτείνεται, καὶ τὸ δεινότατον, τοῖς μὲν ἄλλοις ἅπασιν σωφρονεῖ, κατʼ ἐμοῦ δὲ τοῦ θεραπεύσαντος μόνου μαίνεται. τὸν μὲν οὖν μισθὸν τῆς θεραπείας ὁρᾶτε οἷον ἀπολαμβάνω, ἀποκηρυττόμενος ὑπʼ αὐτοῦ πάλιν καὶ τοῦ γένους ἀλλοτριούμενος δεύτερον, ὥσπερ διὰ τοῦτʼ ἀναληφθεὶς πρὸς ὀλίγον ἵνʼ ἀτιμότερος γένωμαι πολλάκις ἐκπεσὼν τῆς οἰκίας.

ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲ[*](οὐδὲ UΓ:οὐδὲν ΓΝΖ(ΒC).) κελευσθῆναι περιμένω· πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδʼ ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι· λογίζομαι γὰρ οἷα πάθοιμʼ ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών, ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ (χρηστὴ γὰρ ἦν) καὶ ἐπὶ τῷ πατρὶ διʼ ἐκείνην ἀνιωμένῳ, τὸ δὲ μέγιστον, ἐπʼ ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ διʼ ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης. πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.