Tyrannicida
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
ὑμεῖς δὲ ἀνάσχεσθέ μου, ὦ ἄνδρες δικασταί, πρὸς ὀλίγον τὰ ἐν τῇ τυραννίδι καίπερ εἰδόσιν ὑμῖν ἀκριβῶς διηγουμένου· καὶ γὰρ τὸ μέγεθος οὕτω μάθοιτʼ ἂν τῆς εὐεργεσίας τῆς ἐμῆς, καὶ αὐτοὶ μᾶλλον εὐφρανεῖσθε λογιζόμενοι ὧν ἀπηλλάγητε. οὐ γὰρ ὥσπερ ἄλλοις τισὶν ἤδη συνέβη πολλάκις, ἁπλῆν καὶ ἡμεῖς τυραννίδα καὶ μίαν δουλείαν ὑπεμείναμεν, οὐδὲ ἑνὸς ὑπηνέγκαμεν ἐπιθυμίαν δεσπότου, ἀλλὰ μόνοι τῶν πώποτε τὰ ὅμοια δυστυχησάντων δύο ἀνθʼ ἑνὸς τυράννους εἴχομεν
ὁ νεανίας δὲ τῆς μὲν τιμῆς παρεχώρει καθʼ ἡλικίαν ἐκείνῳ καὶ μόνου ἐξίστατο τοῦ τῆς ἀρχῆς ὀνόματος, τὸ δʼ ἔργον τῆς τυραννίδος καὶ τὸ κεφάλαιον αὐτὸς ἦν, καὶ τὸ μὲν πιστὸν καὶ ἀσφαλὲς ἀπʼ αὐτοῦ παρεῖχε τῇ δυναστείᾳ, τὴν δὲ ἀπόλαυσιν μόνος ἐκαρποῦτο τῶν ἀδικημάτων. ἐκεῖνος ἦν ὁ τοὺς δορυφόρους συνέχων, ὁ τὴν φρουρὰν κρατύνων, ὁ τοὺς τυραννουμένους φοβῶν,[*](φοβῶν Jacobitz: ἐκκόπτων MSS. Cf. n. 2.) ὁ τοὺς ἐπιβουλεύοντας ἐκκόπτων,[*](ἐκκόπτων Jacobitz: φοβῶν MSS.) ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν, ὁ ἐνυβρίζων τοῖς γάμοις· ἐκείνῳ αἱ παρθένοι ἀνήγοντο, καὶ εἴ τινες σφαγαὶ καὶ εἴ τινες φυγαὶ καὶ χρημάτων ἀφαιρέσεις καὶ βάσανοι καὶ ὕβρεις, πάντα ταῦτα τολμήματα ἦν νεανικά. ὁ γέρων δὲ ἐκείνῳ[*](ἐκείνῳ Struve : ἐκεῖνος MSS.) ἠκολούθει καὶ