Tyrannicida
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
νῦν μοι ἐννοήσατε οἷα πεποιηκέναι εἰκὸς τὸν τύραννον, οἷα δὲ εἰρηκέναι πρὸ τῆς τελευτῆς· ἐπεὶ γὰρ ὑπʼ ἐμοῦ φονευόμενος καὶ τιτρωσκόμενος πολλοῖς τραύμασιν ἐς τὰ φανερὰ τοῦ σώματος, ὡς ἂν μάλιστα λυπήσειν ἔμελλον τὸν γεγεννηκότα, ὡς ἂν ἐκ τῆς πρώτης θέας διασπαράξειν, ὁ μὲν ἀνεβόησεν οἰκτρόν, ἐπιβοώμενος τὸν γεγεννηκότα οὐ βοηθὸν οὐδὲ σύμμαχον — ᾔδει γὰρ πρεσβύτην ὄντα καὶ ἀσθενῆ — ἀλλὰ θεατὴν τῶν οἰκείων κακῶν· ἐγὼ γὰρ[*](γὰρ not in ΓΖ.) ἀπηλλαττόμην ποιητὴς μὲν τῆς ὅλης
καὶ ταῦτα λέγων ἐζήτει τὸ ξίφος· αὐτὸς γὰρ ἄνοπλος ἦν διὰ τὸ πάντα τῷ παιδὶ θαρρεῖν. ἀλλʼ οὐδὲ τοῦτο ἐνεδέησεν, πάλαι δὲ ἦν ὑπʼ ἐμοῦ καὶ τοῦτο προπαρεσκευασμένον καὶ πρὸς τὸ μέλλον τόλμημα καταλελειμμένον. ἀποσπάσας δὴ τῆς σφαγῆς καὶ τοῦ τραύματος ἐξελὼν τὸ ξίφος φησί, πρὸ μικροῦ μέν με ἀπέκτεινας, νῦν δὲ ἀνάπαυσον, ξίφος. πατρὶ πενθοῦντι παραμύθιον ἐλθὲ καὶ πρεσβυτικῇ χειρὶ δυστυχούσῃ συναγώνισαι. ἀπόσφαξον, τυραννοκτόνησον καὶ τοῦ πενθεῖν ἀπάλλαξον. εἴθε πρῶτός σοι ἐνέτυχον, εἴθε τὴν τάξιν προὔλαβον τοῦ φόνου. ἀπέθανον ἄν, ἀλλʼ ὡς[*](ὡς du Soul: ἢ ὡς MSS.) τύραννος μόνον, ἀλλʼ ἔτι νομίζων ἕξειν ἔκδικον· νῦν δὲ ὡς ἄτεκνος, νῦν δὲ ὡς οὐδὲ φονέως εὐπορῶν. Καὶ ταῦτα ἅμα λέγων ἐπῆγε τὴν σφαγὴν τρέμων, οὐ δυνάμενος, ἐπιθυμῶν μέν, ἀσθενῶν δὲ πρὸς τὴν ὑπηρεσίαν τοῦ τολμήματος.
πόσαι κολάσεις ταῦτα; πόσα τραύματα; πόσοι θάνατοι; πόσαι τυραννοκτονίαι; πόσαι δωρεαί; καὶ τέλος ἑωράκατε πάντες τὸν μὲν νεανίαν προκείμενον, οὐδὲ μικρὸν οὐδʼ εὐκαταγώνιστον ἔργον, τὸν πρεσβύτην δὲ αὐτῷ περικεχυμένον καὶ τὸ αἷμα ἀμφοῖν ἀνακεκραμένον, τὴν ἐλευθέριον ἐκείνην καὶ ἐπινίκιον σπονδήν, καὶ τὰ ἔργα τοῦ ξίφους τοῦ ἐμοῦ, αὐτὸ δὲ τὸ ξίφος ἐν μέσῳ ἀμφοτέρων, ἐπιδεικνύμενον ὡς οὐκ ἀνάξιον γεγένηται τοῦ δεσπότου καὶ μαρτυρόμενον ὅτι μοι πιστῶς διηκονήσατο. τοῦτο ὑπʼ ἐμοῦ γενόμενον μικρότερον ἦν· νῦν δὲ λαμπρότερόν ἐστι τῇ καινότητι. καὶ ὁ μὲν καθελὼν τὴν τυραννίδα πᾶσαν εἰμὶ ἐγώ· μεμέρισται δὲ ἐς πολλοὺς τὸ ἔργον ὥσπερ ἐν δράματι· καὶ τὰ μὲν πρῶτα ἐγὼ ὑπεκρινάμην, τὰ δεύτερα δὲ ὁ παῖς, τὰ τρίτα δὲ ὁ τύραννος αὐτός, τὸ ξίφος δὲ πᾶσιν ὑπηρέτησεν.