Tyrannicida
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
οὐ γὰρ ἠγνόουν, ὦ οὗτος, οὐκ ἠγνόουν, οὐδὲ τῶν ἄλλων οὐδείς, ὅσην ἐκεῖνος εὔνοιαν πρὸς τὸν υἱὸν εἶχεν καὶ ὡς οὐκ ἂν ἠξίωσεν ἐπιβιῶναι οὐδʼ ὀλίγον αὐτῷ χρόνον. πάντες μὲν γὰρ πατέρες ἴσως πρὸς τοὺς παῖδας τοιοῦτοι, ὁ δὲ καὶ περιττότερόν τι τῶν ἄλλων εἶχεν, εἰκότως, ὁρῶν μόνον ἐκεῖνον κηδεμόνα καὶ φύλακα τῆς τυραννίδος καὶ μόνον προκινδυνεύοντα τοῦ πατρὸς καὶ τὴν ἀσφάλειαν τῇ ἀρχῇ παρεχόμενον. ὥστε εἰ καὶ μὴ διὰ τὴν εὔνοιαν, ἀλλὰ διὰ τὴν ἀπόγνωσιν εὐθὺς ἠπιστάμην τεθνηξόμενον αὐτὸν καὶ λογιούμενον ὡς οὐδὲν ἔτι τοῦ ζῆν ὄφελος τῆς ἐκ τοῦ παιδὸς ἀσφαλείας καθῃρημένης. ἅπαντα τοίνυν αὐτῷ ἀθρόα περιέστησα, τὴν φύσιν, τὴν λύπην, τὴν ἀπόγνωσιν, τὸν φόβον, τὰς ἐπὶ τῶν μελλόντων ...[*](τὰς ἐπί τῶν μελλόντων ΓΒUΖ: τὸν ἐπὶ τῶν μελλόντων N: τὰς ἐπὶ τῶν μελλόντων ἐλπίδας χρόνων (C)AF, edd—plausible, but conjectural, for more is missing. Supply approximately ἐλπίδας πονηράς. τούτοις οὖν. This is the reading followed in the translation. ) ἐπʼ αὐτὸν ἐχρησάμην τοῖς συμμάχοις καὶ πρὸς[*](πρὸς Ῥοϊ]οῦ : περὶ MSS., perhaps a variant on ἐπὶ above.) τὴν τελευταίαν ἐκείνην σκέψιν κατηνάγκασα. ἀπέθανεν ὑμῖν ἄτεκνος, λελυπημένος, ὀδυρόμενος, δακρύων, πεπενθηκὼς πένθος ὀλιγοχρόνιον μέν, ἀλλʼ ἱκανὸν πατρί, καὶ τὸ δεινότατον, αὐτὸς
ποῦ μοι τὸ ξίφος; μή τις ἄλλος τοῦτο[*](τοῦ ΓΖ.) γνωρίζει; μή τινος ἄλλου ὅπλον τοῦτο[*](τοῦ ΓΖ.) ἦν; τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε; πρὸ τοῦ τυράννου τίς[*](τίς Ν, cod. Graevii: not in other MSS.) ἐχρήσατο; τίς αὐτὸ ἐπʼ ἐκεῖνον ἀπέστειλεν; ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς. εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρʼ ὑμῶν, εἰ γὰρ ἔλεγον, ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτο[*](τοῦ ΓΖ.) ἐμὸν ὑπηρέτησε καὶ πρὸς τὸ τέλος τῆς ἐλευθερίας συνήργησε[*](πάντη Guyet: παντὶ MSS.) πάντῃ, τοῦτο[*](τοῦ ΓΖ.) τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε, δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε; οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε; οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε; οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε;