Tyrannicida
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦ[*](πρὸ ἐμοῦ Gesner: τῶν πρὸ ἐμοῦ except Z (τῶν πάντων πρὸ ἐμοῦ).) τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ
οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον· ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν. διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι· ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν. τοῦτʼ ἐτίμησεν, τοῦτʼ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ διʼ ἐμὲ γεγενῆσθαι. εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο, αὐτὸς εἴργασμαι τὴν σφαγήν. ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου. μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλʼ εἰ μηκέτʼ ἐστίν, εἰ δι’ ἐμὲ τὸ μηκέτʼ εἶναι ἔχει· ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν.
τί δέ, εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότε[*](τότε Z: τὸ ΓΝUB.) παρʼ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγές μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου; ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ