Pseudologista

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων· ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ[*](ὁ Guyet: not in MSS.) ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.

ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ

v.5.p.386
κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.

μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.

εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης,[*](κυβίβης MSS. (κυβικῆς Γ).) πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς; νὴ Δίʼ, οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ — ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων — ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.

καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες· ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς.

πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν. ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.

v.5.p.388

Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθʼ ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα.

ἐνομίσθη δὲ τοῦτο ἄλλοις ἐπʼ ἄλλαις αἰτίαις· ἢ γὰρ ἡττηθέντες μάχαις μεγάλαις ἔπειτα ἔταξαν ἐκείνας τὰς ἡμέρας ἐν αἷς τὰ τοιαῦτα ἐπεπόνθεισαν ἀπράκτους καὶ ἀκύρους τῶν ἐννόμων πράξεων εἶναι, ἢ καὶ νὴ Δία — καίτοι ἄκαιρον ἴσως καὶ ἔξωρόν γε ἤδη, γέροντα ἄνδρα μεταπαιδεύειν καὶ ἀναδιδάσκειν τὰ τοιαῦτα, μηδὲ τὰ πρὸ τούτων εἰδότα. πάνυ γοῦν τοῦτʼ ἔστι τὸ λοιπόν, κἂν ἐκμάθῃς αὐτό, πᾶν ἡμῖν εἰδὼς ἔσῃ. πόθεν, ὦ οὗτος; τὰ μὲν γὰρ ἄλλα καὶ ἀγνοῆσαι συγγνώμη ὁπόσα ἔξω τοῦ πολλοῦ πάτου καὶ ἄδηλα τοῖς ἰδιώταις, τὴν ἀποφράδα δὲ οὐδὲ βουληθεὶς ἂν ἄλλως εἴποις· ἓν γὰρ τοῦτο καὶ μόνον ἁπάντων τοὔνομα.

ἔστω, φησί τις, ἀλλὰ καὶ τῶν παλαιῶν ὀνομάτων τὰ μὲν λεκτέα, τὰ δʼ οὔ, ὁπόσα αὐτῶν μὴ συνήθη τοῖς πολλοῖς, ὡς μὴ ταράττοιμεν τὰς ἀκοὰς καὶ τιτρώσκοιμεν τῶν συνόντων τὰ ὦτα. ἐγὼ δέ, ὦ βέλτιστε, πρὸς μὲν σὲ ἴσως ταῦτα περὶ σοῦ εἰπὼν ἥμαρτον· ἐχρῆν γὰρ ἐχρῆν ἢ κατὰ Παφλαγόνων ἢ Καππαδοκῶν ἢ Βακτρίων πάτρια διαλέγεσθαί σοι, ὡς[*](ὡς du Soul: ἕως MSS.) ἐκμάθῃς τὰ λεγόμενα καὶ σοὶ ἀκούειν ᾖ[*](ᾖ Jacobitz: not in MSS.) ἡδέα. τοῖς δʼ ἄλλοις Ἕλλησιν οἶμαι καθʼ Ἑλλάδα γλῶτταν συνεῖναι χρή. εἶτα καὶ τῶν Ἀττικῶν κατὰ χρόνους τινὰς πολλὰ ἐντρεψάντων

v.5.p.390
τῆς αὑτῶν φωνῆς, τοῦτο ἐν τοῖς μάλιστα τὸ ὄνομα διετέλεσεν οὕτως ἀεὶ καὶ πρὸς ἁπάντων αὐτῶν λεγόμενον.

εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών. μᾶλλον δὲ οὐδʼ ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι.[*](στάθητι (M ?) ed. Flor.: στάχυσι(ν) ΕΓΝ: στάχυας Α. Cf. Plato, Phaedrus, 236 B.) καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι.

λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω. φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι. οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε — ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον — καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην,[*](λύμην Harmon: λυπάην MSS. except Α, which has λυπάδην.) ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις

v.5.p.392
κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;