Pseudologista

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

ἀλλʼ ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα παντί που δῆλον. πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπʼ αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος; ἐγὼ δὲ τὴν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον· τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε

v.5.p.374
τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. καὶ σὺ δή, ἔφη, ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;

ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν — πόθεν; πολλοῦ γε καὶ δέω — σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδʼ ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετʼ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοκίδην[*](Ὀροδοκίδην ΓΕ: Ὁροδοικίδην Ν: Ὀροδοικίδην edd.) καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ

v.5.p.376
οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳ[*](ὑποστελλομένου. Α.) τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθʼ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.

καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτʼ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ· οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπʼ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα,[*](Μίσθωνα MSS., corrected du Soul from adv. Ind., 23. But N has ἡμῖν θέων there; and possibly the name was Μένθων, a nick nickname. Cf. Lex. 12.) ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν.

ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν.

v.5.p.378

μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτʼ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.

ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδʼ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ. ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε· μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε[*](γε Fritzsche: τε MSS.) καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν[*](μηδὲν ἄν De Jong, and possibly Γ1: μηδένα Γ2, cett.) αἰτιάσασθαί σε. μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως· οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.

ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων (ὁ πρόλογος ἤδη φησὶν ταῦτα) ἐς Ὀλυμπίαν ποτὲ

v.5.p.380
ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπιδειξόμενος τοῖς πανηγυρισταῖς. ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ Πυθαγόρας κωλυόμενος ὑπό τινος Ἀθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖνι τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι. ἐτύγχανεν δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιὸν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν. βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλʼ αὐτοσχεδιάζειν τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλὰ) ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέσεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι. καὶ οὕτως ἁνὴρ[*](ἀνὴρ MSS., corrected by Jacobitz.) ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τὸν ὑπὲρ τοῦ Πυθαγόρου ἐκεῖνον λόγον.[*](λόγον Text ΓΕΝ: τῶν ὑπὲρ τοὐ Πυθαγόρου ἐκείνων λόγων MFA.)

ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία ---[*](ἀναισχυντία Lacuna G. Hermann: not indicated in MSS. πάρουσα Headlam, θεὸς οὖσα Cobet.) οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ. γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων· καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι[*](ἔχουσι MF: ἔχωσι ΓΕΝΑ.) πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ

v.5.p.382
ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.

ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι; καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε.[*](ἐνθένδε The text is that of N, interpreted by adding a comma after αὐτούς and writing τό τε for τότε. The full stop is set after ἔναγχος in ΓA(MFE) and previous editions. But ἐνθένδε makes an awkward anacoluthon with what follows (hence ἔνθεν δὲ ΓΑ) ; moreover, τότε ἔναγχος is neither idiomatic (hence the omission of τότε in MF) nor consistent with ποτέ (6) and τοῦ πάλαι ἐκείνου γέλωτος (8).)

ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶ[*](θύουσι Νομᾶ Cobet (Νουμᾶ vulg.) : θύουσιν ἅμα MSS. ) τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις. ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο) Ὥρα ἡμῖν, ἔφη πρός τινα

v.5.p.384
τῶν ἑταίρων, ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν.

Τοῦτʼ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν, ἀποφράς, τί δὲ τοῦτό ἐστι; καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος; ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς; ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτʼ ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει.

ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων· ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ[*](ὁ Guyet: not in MSS.) ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.

ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ

v.5.p.386
κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.

μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.

εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης,[*](κυβίβης MSS. (κυβικῆς Γ).) πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς; νὴ Δίʼ, οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ — ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων — ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.

καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες· ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς.

πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν. ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.

v.5.p.388

Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθʼ ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα.

ἐνομίσθη δὲ τοῦτο ἄλλοις ἐπʼ ἄλλαις αἰτίαις· ἢ γὰρ ἡττηθέντες μάχαις μεγάλαις ἔπειτα ἔταξαν ἐκείνας τὰς ἡμέρας ἐν αἷς τὰ τοιαῦτα ἐπεπόνθεισαν ἀπράκτους καὶ ἀκύρους τῶν ἐννόμων πράξεων εἶναι, ἢ καὶ νὴ Δία — καίτοι ἄκαιρον ἴσως καὶ ἔξωρόν γε ἤδη, γέροντα ἄνδρα μεταπαιδεύειν καὶ ἀναδιδάσκειν τὰ τοιαῦτα, μηδὲ τὰ πρὸ τούτων εἰδότα. πάνυ γοῦν τοῦτʼ ἔστι τὸ λοιπόν, κἂν ἐκμάθῃς αὐτό, πᾶν ἡμῖν εἰδὼς ἔσῃ. πόθεν, ὦ οὗτος; τὰ μὲν γὰρ ἄλλα καὶ ἀγνοῆσαι συγγνώμη ὁπόσα ἔξω τοῦ πολλοῦ πάτου καὶ ἄδηλα τοῖς ἰδιώταις, τὴν ἀποφράδα δὲ οὐδὲ βουληθεὶς ἂν ἄλλως εἴποις· ἓν γὰρ τοῦτο καὶ μόνον ἁπάντων τοὔνομα.

ἔστω, φησί τις, ἀλλὰ καὶ τῶν παλαιῶν ὀνομάτων τὰ μὲν λεκτέα, τὰ δʼ οὔ, ὁπόσα αὐτῶν μὴ συνήθη τοῖς πολλοῖς, ὡς μὴ ταράττοιμεν τὰς ἀκοὰς καὶ τιτρώσκοιμεν τῶν συνόντων τὰ ὦτα. ἐγὼ δέ, ὦ βέλτιστε, πρὸς μὲν σὲ ἴσως ταῦτα περὶ σοῦ εἰπὼν ἥμαρτον· ἐχρῆν γὰρ ἐχρῆν ἢ κατὰ Παφλαγόνων ἢ Καππαδοκῶν ἢ Βακτρίων πάτρια διαλέγεσθαί σοι, ὡς[*](ὡς du Soul: ἕως MSS.) ἐκμάθῃς τὰ λεγόμενα καὶ σοὶ ἀκούειν ᾖ[*](ᾖ Jacobitz: not in MSS.) ἡδέα. τοῖς δʼ ἄλλοις Ἕλλησιν οἶμαι καθʼ Ἑλλάδα γλῶτταν συνεῖναι χρή. εἶτα καὶ τῶν Ἀττικῶν κατὰ χρόνους τινὰς πολλὰ ἐντρεψάντων

v.5.p.390
τῆς αὑτῶν φωνῆς, τοῦτο ἐν τοῖς μάλιστα τὸ ὄνομα διετέλεσεν οὕτως ἀεὶ καὶ πρὸς ἁπάντων αὐτῶν λεγόμενον.

εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών. μᾶλλον δὲ οὐδʼ ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι.[*](στάθητι (M ?) ed. Flor.: στάχυσι(ν) ΕΓΝ: στάχυας Α. Cf. Plato, Phaedrus, 236 B.) καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι.

λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω. φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι. οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε — ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον — καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην,[*](λύμην Harmon: λυπάην MSS. except Α, which has λυπάδην.) ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις

v.5.p.392
κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;

ἡμεῖς δὲ καὶ τοὺς χωλοὺς τῷ δεξιῷ ἐκτρεπόμεθα, καὶ μάλιστα εἰ ἕωθεν ἴδοιμεν αὐτούς· κἂν εἴ τις βάκηλον ἢ εὐνοῦχον ἴδοι ἢ πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας, ἐπὶ πόδα ἀναστρέφει καὶ ἐπανέρχεται, οὐκ ἀγαθὰς μαντευόμενος τὰς ἐφημέρους ἐκείνας[*](ἐφ' ἡμέρος ἐκείνης Herwerden.) πράξεις ἔσεσθαι αὑτῷ ὑπὸ πονηρῷ τῷ πρώτῳ καὶ δυσφήμῳ κληδονίσματι. ἐν ἀρχῇ δὲ καὶ ἐν θύραις καὶ ἐπὶ τῇ πρώτῃ ἐξόδῳ καὶ ἕωθεν τοῦ ἅπαντος ἔτους εἴ τις ἴδοι κίναιδον καὶ ἀπόρρητα ποιοῦντα καὶ πάσχοντα, ἐπίσημον ἐπὶ τούτῳ καὶ ἀπερρωγότα καὶ μονονουχὶ τοὔνομα τῶν ἔργων αὐτῶν ὀνομαζόμενον, ἀπατεῶνα, γόητα, ἐπίορκον, ὄλεθρον, κύφωνα, βάραθρον, μὴ φύγῃ μηδʼ εἰκάσῃ τοῦτον ἀποφράδι ἡμέρᾳ;

ἀλλʼ οὐχὶ σὺ τοιοῦτος; οὐκ ἂν ἔξαρνος γένοιο, εἰ ἐγὼ τὴν ἀνδρείαν οἶδα τὴν σήν, ὅς γε καὶ μέγα φρονεῖν ἐπὶ τούτῳ μοι δοκεῖς, ὅτι μὴ ἀπόλλυταί

v.5.p.394
σοι ἡ δόξα τῶν ἔργων, ἀλλὰ πᾶσι δῆλος εἶ καὶ περιβόητος. εἰ δὲ καὶ ὁμόσε χωρήσειας καὶ ἀρνήσαιο μὴ τοιοῦτος εἶναι, τίσι πιστὰ ἐρεῖς; τοῖς πολίταις τοῖς σοῖς (ἐκεῖθεν γὰρ ἄρχεσθαι δίκαιον) ; ἀλλὰ ἴσασιν ἐκεῖνοι τὰς πρώτας σου τροφάς, καὶ ὡς παραδοὺς σεαυτὸν τῷ ὀλέθρῳ ἐκείνῳ στρατιώτῃ συμπεριεφθείρου πάντα ὑπηρετῶν, ἄχρι δή σε, τὸ τοῦ λόγου τοῦτο, ῥάκος πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν.

κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, ἃ πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι. οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδʼ ἂν ἐμήνυσεν ὅ τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν. ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής· καὶ διὰ τοῦτο ἢν πύθωνταί ποτε τὰ τοιαῦτα ὑπὲρ σοῦ ἐκεῖνοι, τοῦτο δὴ τὸ ἐκ τῆς τραγῳδίας, δύο μὲν ἡλίους ὁρᾶν δοκοῦσι, δισσὰς δὲ Θήβας καὶ πρόχειρον ἅπασιν εὐθὺς τὸ ἐκεῖνος ὁ τότε, καὶ μετʼ ἐκεῖνα; τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδʼ ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ

v.5.p.396
μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν· τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι. καίτοι τί ταῦτα ληρῶ; τίνα γὰρ ἂν αἰδεσθείης σύ; τί δʼ ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων; πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρʼ αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό.

τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε ἡγεῖσθαι, ὄνειδος κοινὸν ἁπάσῃ τῇ πόλει·

τάχα δʼ ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι. Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών — ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί. πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα, εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.