De Morte Peregrini
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
εἰσὶ δʼ οἳ καὶ μεταβαλέσθαι[*](μεταβάλλεσθαι X2, F2, edd., mistakitng the meaning.) φασιν αὐτὸν καί τινα ὀνείρατα διηγεῖσθαι, ὡς τοῦ Διὸς οὐκ ἐῶντος μιαίνειν ἱερὸν χωρίον. ἀλλὰ θαρρείτω τούτου γε ἕνεκα· ἐγὼ γὰρ διομοσαίμην ἂν ἦ μὴν μηδένα τῶν θεῶν ἀγανακτήσειν, εἰ Περεγρῖνος κακῶς[*](κακῶς MSS. (except κακὸς X1): κακὸς κακῶς Fritzsche.) ἀποθάνοι. οὐ μὴν οὐδὲ ῥᾴδιον αὐτῷ ἔτʼ ἀναδῦναι· οἱ γὰρ συνόντες κύνες παρορμῶσιν καὶ συνωθοῦσιν ἐς τὸ πῦρ καὶ ὑπεκκάουσι τὴν γνώμην, οὐκ ἐῶντες ἀποδειλιᾶν· ὧν εἰ δύο συγκατασπάσας ἐμπέσοι εἰς τὴν πυράν, τοῦτο μόνον χάριεν ἂν[*](ἂν Jacobitz : ἐργάσεται Χ, perhaps right.) ἐργάσαιτο.
ἤκουον δὲ ὡς οὐδὲ Πρωτεὺς ἔτι καλεῖσθαι ἀξιοῖ, ἀλλὰ Φοίνικα μετωνόμασεν ἑαυτόν, ὅτι καὶ φοῖνιξ, τὸ Ἰνδικὸν ὄρνεον, ἐπιβαίνειν πυρᾶς λέγεται πορρωτάτω γήρως προβεβηκώς. ἀλλὰ καὶ λογοποιεῖ καὶ χρησμούς τινας διέξεισιν παλαιοὺς δή, ὡς χρεὼν εἴη[*](εἴῃ Bekker: εἶναι MSS.) δαίμονα νυκτοφύλακα γενέσθαι αὐτόν, καὶ δῆλός ἐστι βωμῶν ἤδη ἐπιθυμῶν καὶ χρυσοῦς ἀναστήσεσθαι ἐλπίζων.
καὶ μὰ Δία οὐδὲν ἀπεικὸς ἐν πολλοῖς τοῖς ἀνοήτοις εὑρεθήσεσθαί τινας τοὺς καὶ τεταρταίων ἀπηλλάχθαι διʼ αὐτοῦ φήσοντας καὶ νύκτωρ ἐντετυχηκέναι τῷ δαίμονι τῷ νυκτοφύλακι. οἱ κατάρατοι δὲ οὗτοι μαθηταὶ αὐτοῦ καὶ χρηστήριον, οἶμαι, καὶ ἄδυτον ἐπὶ τῇ πυρᾷ μηχανήσονται, διότι καὶ Πρωτεὺς ἐκεῖνος ὁ Διός, ὁ προπάτωρ τοῦ ὀνόματος, μαντικὸς ἦν. μαρτύρομαι δὲ ἦ μὴν καὶ ἱερέας αὐτοῦ ἀποδειχθήσεσθαι μαστίγων ἢ καυτηρίων ἤ τινος τοιαύτης τερατουργίας, ἢ καὶ νὴ Δία τελετήν τινα ἐπʼ αὐτῷ συστήσεσθαι νυκτέριον καὶ δᾳδουχίαν ἐπὶ τῇ πυρᾷ.
Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων· καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν·
- ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων
- Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας
- ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον,
- δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
- νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον
- σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι.
ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν. ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ
τί ὑμῖν δοκεῖ, ἄνδρες; ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι; ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν· τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.
- Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν
- πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς,
- δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται,
- μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο.
- ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο,
- λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς,
- ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ
- χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων,
- ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα.