De Morte Peregrini

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

καὶ νῦν αὐτὰ ταῦτα θαυματοποιεῖ, ὥς φασι, βόθρον

v.5.p.24
ὀρύττων καὶ ξύλα συγκομίζων καὶ δεινήν τινα τὴν καρτερίαν ὑπισχνούμενος.

ἐχρῆν δέ, οἶμαι, μάλιστα μὲν περιμένειν τὸν θάνατον καὶ μὴ δραπετεύειν ἐκ τοῦ βίου· εἰ δὲ καὶ πάντως διέγνωστό οἱ ἀπαλλάττεσθαι, μὴ πυρὶ μηδὲ τοῖς ἀπὸ τῆς τραγῳδίας τούτοις χρῆσθαι, ἀλλʼ ἕτερόν τινα θανάτου τρόπον, μυρίων ὄντων, ἑλόμενον[*](ἐλεύθερον 1.) ἀπελθεῖν. εἰ δὲ καὶ τὸ πῦρ ὡς Ἡράκλειόν τι ἀσπάζεται, τί δή ποτε οὐχὶ κατὰ σιγὴν ἑλόμενος ὄρος εὔδενδρον ἐν ἐκείνῳ ἑαυτὸν ἐνέπρησεν μόνος, ἕνα τινὰ οἷον Θεαγένη τοῦτον Φιλοκτήτην παραλαβών; ὁ δὲ ἐν Ὀλυμπίᾳ τῆς πανηγύρεως πληθούσης μόνον οὐκ ἐπὶ σκηνῆς ὀπτήσει ἑαυτόν, οὐκ ἀνάξιος ὤν, μὰ τὸν Ἡρακλέα, εἴ γε χρὴ καὶ τοὺς πατραλοίας καὶ τοὺς ἀθέους δίκας διδόναι τῶν τολμημάτων. καὶ κατὰ τοῦτο πάνυ ὀψὲ δρᾶν αὐτὸ ἔοικεν, ὃν ἐχρῆν πάλαι ἐς τὸν τοῦ Φαλάριδος ταῦρον ἐμπεσόντα τὴν ἀξίαν ἀποτετικέναι, ἀλλὰ μὴ ἅπαξ χανόντα πρὸς τὴν φλόγα ἐν ἀκαρεῖ

v.5.p.26
τεθνάναι. καὶ γὰρ αὖ καὶ τόδε οἱ πολλοί μοι λέγουσιν, ὡς οὐδεὶς ὀξύτερος ἄλλος θανάτου τρόπος τοῦ διὰ πυρός· ἀνοῖξαι γὰρ δεῖ μόνον τὸ στόμα καὶ αὐτίκα τεθνάναι.

τὸ μέντοι θέαμα ἐπινοεῖται, οἶμαι, ὡς σεμνόν, ἐν ἱερῷ χωρίῳ καιόμενος ἄνθρωπος, ἔνθα μηδὲ θάπτειν ὅσιον τοὺς ἄλλους ἀποθνήσκοντας. ἀκούετε δέ, οἶμαι, ὡς καὶ πάλαι θέλων τις ἔνδοξος γενέσθαι, ἐπεὶ κατʼ ἄλλον τρόπον οὐκ εἶχεν ἐπιτυχεῖν τούτου, ἐνέπρησε τῆς Ἐφεσίας Ἀρτέμιδος τὸν νεών. τοιοῦτόν τι καὶ αὐτὸς ἐπινοεῖ, τοσοῦτος ἔρως τῆς δόξης ἐντέτηκεν αὐτῷ.

καίτοι φησὶν ὅτι ὑπὲρ τῶν ἀνθρώπων αὐτὸ δρᾷ, ὡς διδάξειεν αὐτοὺς θανάτου καταφρονεῖν καὶ ἐγκαρτερεῖν τοῖς δεινοῖς. ἐγὼ δὲ ἡδέως ἂν ἐροίμην οὐκ ἐκεῖνον ἀλλʼ ὑμᾶς, εἰ καὶ τοὺς κακούργους βούλοισθε ἂν μαθητὰς αὐτοῦ γενέσθαι τῆς καρτερίας ταύτης καὶ καταφρονεῖν θανάτου καὶ καύσεως καὶ τῶν τοιούτων δειμάτων. ἀλλʼ οὐκ ἂν εὖ οἶδʼ ὅτι βουληθείητε. πῶς οὖν ὁ Πρωτεὺς τοῦτο διακρινεῖ καὶ τοὺς μὲν χρηστοὺς ὠφελήσει, τοὺς δὲ πονηροὺς οὐ φιλοκινδυνοτέρους καὶ τολμηροτέρους ἀποφανεῖ;

καίτοι δυνατὸν ἔστω ἐς τοῦτο μόνους ἀπαντήσεσθαι τοὺς πρὸς τὸ ὠφέλιμον ὀψομένους τὸ πρᾶγμα. ὑμᾶς δʼ οὖν αὖθις ἐρήσομαι, δέξαισθʼ ἂν ὑμῶν τοὺς παῖδας ζηλωτὰς τοῦ τοιούτου γενέσθαι; οὐκ ἂν εἴποιτε. καὶ τί τοῦτο ἠρόμην,

v.5.p.28
ὅπου μηδʼ αὐτῶν τις τῶν μαθητῶν αὐτοῦ ζηλώσειεν ἄν; τὸν γοῦν[*](γοῦν Bekker: οὖν ΜSS.) Θεαγένη τοῦτο μάλιστα αἰτιάσαιτο ἄν τις, ὅτι τἄλλα ζηλῶν τἀνδρὸς οὐχ ἕπεται τῷ διδασκάλῳ καὶ συνοδεύει παρὰ τὸν Ἡρακλέα, ὥς φησιν, ἀπιόντι, δυνάμενος ἐν βραχεῖ πανευδαίμων γενέσθαι συνεμπεσὼν ἐπὶ κεφαλὴν[*](ἐπὶ κεφαλῆς MSS. : corrected by Jacobitz.) ἐς τὸ πῦρ.

οὐ γὰρ ἐν πήρᾳ καὶ βάκτρῳ καὶ τρίβωνι ὁ ζῆλος, ἀλλὰ ταῦτα μὲν ἀσφαλῆ καὶ ῥᾴδια καὶ παντὸς ἂν εἴη, τὸ τέλος δὲ καὶ τὸ κεφάλαιον χρὴ ζηλοῦν καὶ πυρὰν συνθέντα κορμῶν συκίνων ὡς ἔνι μάλιστα χλωρῶν ἐναποπνιγῆναι τῷ καπνῷ· τὸ πῦρ γὰρ αὐτὸ οὐ μόνον Ἡρακλέους καὶ Ἀσκληπιοῦ, ἀλλὰ καὶ τῶν ἱεροσύλων καὶ ἀνδροφόνων, οὓς ὁρᾶν ἔστιν ἐκ καταδίκης αὐτὸ πάσχοντας. ὥστε ἄμεινον τὸ διὰ τοῦ καπνοῦ· ἴδιον γὰρ καὶ ὑμῶν ἂν μόνων γένοιτο.

ἄλλως τε ὁ μὲν Ἡρακλῆς, εἴπερ ἄρα καὶ ἐτόλμησέν τι τοιοῦτο, ὑπὸ νόσου αὐτὸ ἔδρασεν, ὑπὸ τοῦ Κενταυρείου αἵματος, ὥς φησιν ἡ τραγῳδία, κατεσθιόμενος· οὗτος δὲ τίνος αἰτίας ἕνεκεν ἐμβάλλει φέρων ἑαυτὸν εἰς τὸ πῦρ; νὴ Δίʼ, ὅπως τὴν καρτερίαν ἐπιδείξηται καθάπερ οἱ Βραχμᾶνες· ἐκείνοις γὰρ αὐτὸν[*](αὐτὸν ς, Faber: ἑαυτὸν ΓΩΧΜF.) ἠξίου Θεαγένης εἰκάζειν, ὥσπερ οὐκ ἐνὸν καὶ ἐν Ἰνδοῖς εἶναί τινας μωροὺς καὶ κενοδόξους ἀνθρώπους. ὅμως δʼ οὖν κἂν ἐκείνους μιμείσθω· ἐκεῖνοι γὰρ οὐκ ἐμπηδῶσιν ἐς τὸ πῦρ, ὡς Ὀνησίκριτος ὁ Ἀλεξάνδρου κυβερνήτης ἰδὼν Κάλανον καόμενόν φησιν, ἀλλʼ ἐπειδὰν νήσωσι, πλησίον παραστάντες ἀκίνητοι

v.5.p.30
ἀνέχονται παροπτώμενοι, εἶτʼ ἐπιβάντες κατὰ σχῆμα καίονται, οὐδʼ ὅσον ὀλίγον ἐντρέψαντες[*](ἐκτρέψαντες Faber, accepted by Jacobitz, Bekker, Dindorf, Fritzsche. But cf. fugit. 7; als0 Schmid, Atticismus, I, 393, citing Hist. Conscr. 15, Pseudol., 7, 14. The genitive depends on ὀλίγον.) τῆς κατακλίσεως.

οὗτος δὲ τί μέγα εἰ ἐμπεσὼν τεθνήξεται συναρπασθεὶς ὑπὸ τοῦ πυρός; οὐκ ἀπʼ ἐλπίδος μὴ ἀναπηδήσασθαι αὐτὸν καὶ ἡμίφλεκτον, εἰ μή, ὅπερ φασί, μηχανήσεται βαθεῖαν γενέσθαι καὶ ἐν βόθρῳ τὴν πυράν.

εἰσὶ δʼ οἳ καὶ μεταβαλέσθαι[*](μεταβάλλεσθαι X2, F2, edd., mistakitng the meaning.) φασιν αὐτὸν καί τινα ὀνείρατα διηγεῖσθαι, ὡς τοῦ Διὸς οὐκ ἐῶντος μιαίνειν ἱερὸν χωρίον. ἀλλὰ θαρρείτω τούτου γε ἕνεκα· ἐγὼ γὰρ διομοσαίμην ἂν ἦ μὴν μηδένα τῶν θεῶν ἀγανακτήσειν, εἰ Περεγρῖνος κακῶς[*](κακῶς MSS. (except κακὸς X1): κακὸς κακῶς Fritzsche.) ἀποθάνοι. οὐ μὴν οὐδὲ ῥᾴδιον αὐτῷ ἔτʼ ἀναδῦναι· οἱ γὰρ συνόντες κύνες παρορμῶσιν καὶ συνωθοῦσιν ἐς τὸ πῦρ καὶ ὑπεκκάουσι τὴν γνώμην, οὐκ ἐῶντες ἀποδειλιᾶν· ὧν εἰ δύο συγκατασπάσας ἐμπέσοι εἰς τὴν πυράν, τοῦτο μόνον χάριεν ἂν[*](ἂν Jacobitz : ἐργάσεται Χ, perhaps right.) ἐργάσαιτο.

ἤκουον δὲ ὡς οὐδὲ Πρωτεὺς ἔτι καλεῖσθαι ἀξιοῖ, ἀλλὰ Φοίνικα μετωνόμασεν ἑαυτόν, ὅτι καὶ φοῖνιξ, τὸ Ἰνδικὸν ὄρνεον, ἐπιβαίνειν πυρᾶς λέγεται πορρωτάτω γήρως προβεβηκώς. ἀλλὰ καὶ λογοποιεῖ καὶ χρησμούς τινας διέξεισιν παλαιοὺς δή, ὡς χρεὼν εἴη[*](εἴῃ Bekker: εἶναι MSS.) δαίμονα νυκτοφύλακα γενέσθαι αὐτόν, καὶ δῆλός ἐστι βωμῶν ἤδη ἐπιθυμῶν καὶ χρυσοῦς ἀναστήσεσθαι ἐλπίζων.

v.5.p.32

καὶ μὰ Δία οὐδὲν ἀπεικὸς ἐν πολλοῖς τοῖς ἀνοήτοις εὑρεθήσεσθαί τινας τοὺς καὶ τεταρταίων ἀπηλλάχθαι διʼ αὐτοῦ φήσοντας καὶ νύκτωρ ἐντετυχηκέναι τῷ δαίμονι τῷ νυκτοφύλακι. οἱ κατάρατοι δὲ οὗτοι μαθηταὶ αὐτοῦ καὶ χρηστήριον, οἶμαι, καὶ ἄδυτον ἐπὶ τῇ πυρᾷ μηχανήσονται, διότι καὶ Πρωτεὺς ἐκεῖνος ὁ Διός, ὁ προπάτωρ τοῦ ὀνόματος, μαντικὸς ἦν. μαρτύρομαι δὲ ἦ μὴν καὶ ἱερέας αὐτοῦ ἀποδειχθήσεσθαι μαστίγων ἢ καυτηρίων ἤ τινος τοιαύτης τερατουργίας, ἢ καὶ νὴ Δία τελετήν τινα ἐπʼ αὐτῷ συστήσεσθαι νυκτέριον καὶ δᾳδουχίαν ἐπὶ τῇ πυρᾷ.

Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων· καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν·

  1. ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων
  2. Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας
  3. ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον,
  4. δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  5. νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον
  6. σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι.

ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν. ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ

v.5.p.34
τούτων ἐρῶ· φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα εὖ ἐπειπών,
  1. Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν
  2. πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς,
  3. δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται,
  4. μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο.
  5. ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο,
  6. λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς,
  7. ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ
  8. χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων,
  9. ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα.
τί ὑμῖν δοκεῖ, ἄνδρες; ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι; ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν· τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.

ταῦτʼ εἰπόντος ἀνεβόησαν οἱ περιεστῶτες ἅπαντες, ἤδη καιέσθωσαν ἄξιοι τοῦ πυρός. καὶ ὁ μὲν κατέβη γελῶν, Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή, τὸν Θεαγένη, ἀλλʼ ὡς ἤκουσεν τῆς βοῆς, ἧκεν εὐθὺς καὶ ἀναβὰς ἐκεκράγει καὶ μυρία κακὰ

v.5.p.36
διεξῄει περὶ τοῦ καταβεβηκότος· οὐ γὰρ οἶδα ὅστις ἐκεῖνος ὁ βέλτιστος ἐκαλεῖτο. ἐγὼ δὲ ἀφεὶς αὐτὸν διαρρηγνύμενον ἀπῄειν ὀψόμενος τοὺς ἀθλητάς· ἤδη γὰρ οἱ Ἑλλανοδίκαι ἐλέγοντο εἶναι ἐν τῷ Πλεθρίῳ.

ταῦτα μέν σοι τὰ ἐν Ἤλιδι. ἐπεὶ δὲ ἐς τὴν Ὀλυμπίαν ἀφικόμεθα, μεστὸς ἦν ὁ ὀπισθόδομος τῶν κατηγορούντων Πρωτέως ἢ ἐπαινούντων τὴν προαίρεσιν αὐτοῦ, ὥστε καὶ εἰς χεῖρας αὐτῶν ἦλθον οἱ πολλοί, ἄχρι δὴ παρελθὼν αὐτὸς ὁ Πρωτεὺς μυρίῳ τῷ πλήθει παραπεμπόμενος κατόπιν τοῦ τῶν κηρύκων ἀγῶνος λόγους τινὰς διεξῆλθεν περὶ ἑαυτοῦ, τὸν βίον τε ὡς ἐβίω καὶ τοὺς κινδύνους οὓς ἐκινδύνευσεν διηγούμενος καὶ ὅσα πράγματα φιλοσοφίας ἕνεκα ὑπέμεινεν. τὰ μὲν οὖν εἰρημένα πολλὰ ἦν, ἐγὼ δὲ ὀλίγων ἤκουσα ὑπὸ πλήθους τῶν περιεστώτων. εἶτα φοβηθεὶς μὴ συντριβείην ἐν τοσαύτῃ τύρβῃ, ἐπεὶ καὶ πολλοὺς τοῦτο πάσχοντας ἑώρων, ἀπῆλθον μακρὰ χαίρειν φράσας θανατιῶντι σοφιστῇ τὸν ἐπιτάφιον ἑαυτοῦ πρὸ τελευτῆς διεξιόντι.

πλὴν τό γε[*](τό γε Gronovius: τότε MSS.) τοσοῦτον ἐπήκουσα· ἔφη γὰρ βούλεσθαι χρυσῷ βίῳ χρυσῆν κορώνην ἐπιθεῖναι· χρῆναι γὰρ τὸν Ἡρακλείως βεβιωκότα Ἡρακλείως ἀποθανεῖν καὶ ἀναμιχθῆναι τῷ αἰθέρι. καὶ ὠφελῆσαι, ἔφη, βούλομαι τοὺς ἀνθρώπους

v.5.p.38
δείξας αὐτοῖς ὃν χρὴ τρόπον θανάτου καταφρονεῖν· πάντας οὖν δεῖ μοι τοὺς ἀνθρώπους Φιλοκτήτας γενέσθαι. οἱ μὲν οὖν ἀνοητότεροι τῶν ἀνθρώπων ἐδάκρυον καὶ ἐβόων σώζου τοῖς Ἕλλησιν, οἱ δὲ ἀνδρωδέστεροι ἐκεκράγεσαν τέλει τὰ δεδογμένα, ὑφʼ ὧν ὁ πρεσβύτης οὐ μετρίως ἐθορυβήθη ἐλπίζων πάντας ἕξεσθαι αὐτοῦ καὶ μὴ προήσεσθαι τῷ πυρί, ἀλλὰ ἄκοντα δὴ καθέξειν ἐν τῷ βίῳ. τὸ δὲ τέλει[*](τὸ δὲ τέλει Fritzsche: τὸ δὴ τελεῖν MSS.(δὲ Χ2).) τὰ δεδογμένα πάνυ ἀδόκητον αὐτῷ προσπεσὸν ὠχριᾶν ἔτι μᾶλλον ἐποίησεν, καίτοι ἤδη νεκρικῶς τὴν χροιὰν ἔχοντι, καὶ νὴ Δία καὶ ὑποτρέμειν, ὥστε κατέπαυσε τὸν λόγον.

ἐγὼ δέ, εἰκάζεις, οἶμαι, πῶς ἐγέλων· οὐδὲ γὰρ ἐλεεῖν ἄξιον ἦν οὕτω δυσέρωτα τῆς δόξης ἄνθρωπον ὑπὲρ ἅπαντας ὅσοι τῇ αὐτῇ Ποινῇ ἐλαύνονται. παρεπέμπετο δὲ ὅμως ὑπὸ πολλῶν καὶ ἐνεφορεῖτο τῆς δόξης ἀποβλέπων ἐς τὸ πλῆθος τῶν θαυμαζόντων, οὐκ εἰδὼς ὁ ἄθλιος ὅτι καὶ τοῖς ἐπὶ τὸν σταυρὸν ἀπαγομένοις ἢ ὑπὸ τοῦ δημίου ἐχομένοις πολλῷ πλείους ἕπονται.

καὶ δὴ τὰ μὲν Ὀλύμπια τέλος εἶχεν, κάλλιστα Ὀλυμπίων γενόμενα ὧν ἐγὼ εἶδον, τετράκις ἤδη ὁρῶν. ἐγὼ δέ — οὐ γὰρ ἦν εὐπορῆσαι ὀχήματος ἅμα[*](ἅμα ΜF: ἀλλὰ ΓΧ.) πολλῶν ἐξιόντων — ἄκων ὑπελειπόμην. ὁ δὲ ἀεὶ ἀναβαλλόμενος νύκτα τὸ τελευταῖον προειρήκει ἐπιδείξασθαι τὴν καῦσιν· καί με τῶν ἑταίρων τινὸς παραλαβόντος περὶ μέσας νύκτας ἐξαναστὰς ἀπῄειν εὐθὺ τῆς Ἁρπίνης, ἔνθα ἦν ἡ πυρά. στάδιοι πάντες οὗτοι εἴκοσιν ἀπὸ τῆς Ὀλυμπίας κατὰ τὸν

v.5.p.40
ἱππόδρομον ἀπιόντων πρὸς ἕω. καὶ ἐπεὶ τάχιστα ἀφικόμεθα, καταλαμβάνομεν πυρὰν νενησμένην ἐν βόθρῳ[*](βόθρῳ Fritzsche: βάθει MSS.) ὅσον ἐς ὀργυιὰν τὸ βάθος. δᾷδες ἦσαν τὰ πολλὰ καὶ παρεβέβυστο τῶν φρυγάνων, ὡς ἀναφθείη τάχιστα.

καὶ ἐπειδὴ ἡ σελήνη ἀνέτελλεν — ἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργον — πρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα ὁ γεννάδας ὁ ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής· ἐδᾳδοφόρει δὲ καὶ ὁ Πρωτεύς. καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων. ὁ δέ — καί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦν — ἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς. εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπων — καὶ γὰρ καὶ τοῦτʼ αὐτὸ[*](τοῦτʼ αὐτὸ Harmon τοῦτο τὸ ΓΧ1ΜF : τοῦτο τῶν X2 (Fritzsche). Cf. below, c. 39.) πρὸς τὴν τραγῳδίαν ἦν, ἡ μεσημβρία — δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς. ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.

αὖθις ὁρῶ γελῶντά σε, ὦ καλὲ Κρόνιε, τὴν

v.5.p.42
καταστροφὴν τοῦ δράματος. ἐγὼ δὲ τοὺς μητρῴους μὲν δαίμονας ἐπιβοώμενον μὰ τὸν Δίʼ οὐ σφόδρα ᾐτιώμην· ὅτε δὲ καὶ τοὺς πατρῴους ἐπεκαλέσατο, ἀναμνησθεὶς τῶν περὶ τοῦ φόνου εἰρημένων οὐδὲ κατέχειν ἠδυνάμην τὸν γέλωτα. οἱ Κυνικοὶ δὲ περιστάντες τὴν πυρὰν οὐκ ἐδάκρυον μέν, σιωπῇ δὲ ἐνεδείκνυντο λύπην τινὰ εἰς τὸ πῦρ ὁρῶντες, ἄχρι δὴ ἀποπνιγεὶς ἐπʼ αὐτοῖς, ἀπίωμεν, φημί, ὦ μάταιοι· οὐ γὰρ ἡδὺ τὸ θέαμα ὠπτημένον γέροντα ὁρᾶν κνίσης ἀναπιμπλαμένους πονηρᾶς. ἢ περιμένετε ἔστʼ ἂν γραφεύς τις ἐπελθὼν ἀπεικάσῃ ὑμᾶς οἵους τοὺς ἐν τῷ δεσμωτηρίῳ ἑταίρους τῷ Σωκράτει παραγράφουσιν; ἐκεῖνοι μὲν οὖν ἠγανάκτουν καὶ ἐλοιδοροῦντό μοι, ἔνιοι δὲ καὶ ἐπὶ τὰς βακτηρίας ᾖξαν. εἶτα, ἐπειδὴ ἠπείλησα ξυναρπάσας τινὰς ἐμβαλεῖν εἰς τὸ πῦρ, ὡς ἂν ἕποιντο τῷ διδασκάλῳ, ἐπαύσαντο καὶ εἰρήνην ἦγον.

ἐγὼ δὲ ἐπανιὼν ποικίλα, ὦ[*](ποικίλα ὢ, Fritzsche: ποικίλως ΓXMF.) ἑταῖρε, πρὸς ἐμαυτὸν ἐνενόουν, τὸ φιλόδοξον οἷόν τί ἐστιν ἀναλογιζόμενος, ὡς μόνος οὗτος ὁ ἔρως ἄφυκτος καὶ τοῖς πάνυ θαυμαστοῖς εἶναι δοκοῦσιν, οὐχ ὅπως ἐκείνῳ τἀνδρὶ καὶ τἄλλα ἐμπλήκτως καὶ ἀπονενοημένως βεβιωκότι καὶ οὐκ ἀναξίως τοῦ πυρός.

εἶτα ἐνετύγχανον[*](ὕγχανον ΧΜF : ἐτύγχνανον Γ.) πολλοῖς ἀπιοῦσιν ὡς θεάσαιντο καὶ αὐτοί· ᾤοντο γὰρ ἔτι καταλήψεσθαι ζῶντα αὐτόν. καὶ γὰρ καὶ τόδε τῇ προτεραίᾳ διεδέδοτο ὡς πρὸς ἀνίσχοντα τὸν ἥλιον ἀσπασάμενος, ὥσπερ ἀμέλει καὶ τοὺς Βραχμᾶνάς φασι ποιεῖν, ἐπιβήσεται[*](ἐπιβήσεται ΓΧ : ἐπιβήσεσθαι Μ.) τῆς πυρᾶς. ἀπέστρεφον

v.5.p.44
δʼ οὖν τοὺς πολλοὺς αὐτῶν λέγων ἤδη τετελέσθαι τὸ ἔργον, οἷς μὴ καὶ τοῦτʼ αὐτὸ[*](τοῦτʼ αὐτὸ x2: ταὐτὸ ΓΧ1MF.) περισπούδαστον ἦν, κἂν αὐτὸν ἰδεῖν τὸν τόπον καί τι λείψανον καταλαμβάνειν τοῦ πυρός.

ἔνθα δή, ὦ ἑταῖρε, μυρία πράγματα εἶχον ἅπασι διηγούμενος καὶ ἀνακρίνουσιν καὶ ἀκριβῶς ἐκπυνθανομένοις. εἰ μὲν οὖν ἴδοιμί τινα χαρίεντα, ψιλὰ ἂν ὥσπερ σοὶ τὰ πραχθέντα διηγούμην, πρὸς δὲ τοὺς βλᾶκας καὶ πρὸς τὴν ἀκρόασιν κεχηνότας ἐτραγῴδουν τι παρʼ ἐμαυτοῦ, ὡς ἐπειδὴ ἀνήφθη μὲν ἡ πυρά, ἐνέβαλεν δὲ φέρων ἑαυτὸν ὁ Πρωτεύς, σεισμοῦ πρότερον μεγάλου γενομένου σὺν μυκηθμῷ τῆς γῆς, γὺψ ἀναπτάμενος ἐκ μέσης τῆς φλογὸς οἴχοιτο ἐς τὸν οὐρανὸν ἀνθρωπιστὶ[*](ἀνθρωπιστὶ Harmon: ἀνθρωπίν MSS.) μεγάλῃ τῇ φωνῇ λέγων

ἔλιπον γᾶν, βαίνω δʼ ἐς Ὄλυμπον.
ἐκεῖνοι μὲν οὖν ἐτεθήπεσαν καὶ προσεκύνουν ὑποφρίττοντες καὶ ἀνέκρινόν με πότερον πρὸς ἕω ἢ πρὸς δυσμὰς ἐνεχθείη ὁ γύψ· ἐγὼ δὲ τὸ ἐπελθὸν ἀπεκρινάμην αὐτοῖς.

ἀπελθὼν δὲ ἐς τὴν πανήγυριν ἐπέστην τινὶ πολιῷ ἀνδρὶ καὶ νὴ τὸν Δίʼ ἀξιοπίστῳ τὸ πρόσωπον ἐπὶ τῷ πώγωνι καὶ τῇ λοιπῇ σεμνότητι, τά τε ἄλλα διηγουμένῳ περὶ τοῦ Πρωτέως καὶ ὡς μετὰ τὸ καυθῆναι θεάσαιτο αὐτὸν ἐν λευκῇ ἐσθῆτι μικρὸν ἔμπροσθεν, καὶ νῦν ἀπολίποι περιπατοῦντα φαιδρὸν ἐν τῇ ἑπταφώνῳ στοᾷ κοτίνῳ τε

v.5.p.46
ἐστεμμένον. εἶτʼ ἐπὶ πᾶσι προσέθηκε τὸν γῦπα, διομνύμενος ἦ μὴν αὐτὸς ἑωρακέναι ἀναπτάμενον ἐκ τῆς πυρᾶς, ὃν ἐγὼ μικρὸν ἔμπροσθεν ἀφῆκα πέτεσθαι καταγελῶντα τῶν ἀνοήτων καὶ βλακικῶν τὸν τρόπον.