De Morte Peregrini
Lucian of Samosata
Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.
Λουκιανὸς Κρονίῳ εὖ πράττειν. [*](This piece is wanting in N and several other MSS. because it was in the Index Librorum Prohibitorum. It has been edited separately by Lionello Levi, with the readings of eight MSS., chief of which are Γ, X (Pal. 73), and M (Par. 2954).)
ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς κακοδαίμων Περεγρῖνος, ἢ ὡς αὐτὸς ἔχαιρεν ὀνομάζων ἑαυτόν, Πρωτεύς, αὐτὸ δὴ ἐκεῖνο τὸ τοῦ Ὁμηρικοῦ Πρωτέως ἔπαθεν· ἅπαντα γὰρ δόξης ἕνεκα γενόμενος καὶ μυρίας τροπὰς τραπόμενος, τὰ τελευταῖα ταῦτα καὶ πῦρ ἐγένετο· τοσούτῳ ἄρα τῷ ἔρωτι τῆς δόξης εἴχετο. καὶ νῦν ἐκεῖνος ἀπηνθράκωταί σοι ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς βέλτιστος κατὰ τὸν Ἐμπεδοκλέα, παρʼ ὅσον ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς μὲν κἂν διαλαθεῖν ἐπειράθη
πολλὰ τοίνυν δοκῶ μοι ὁρᾶν σε γελῶντα ἐπὶ τῇ κορύζῃ τοῦ γέροντος, μᾶλλον δὲ καὶ ἀκούω βοῶντος οἷά σε εἰκὸς βοᾶν, ὢ τῆς ἀβελτερίας, ὢ τῆς δοξοκοπίας, ὢ — τῶν ἄλλων ἃ λέγειν εἰώθαμεν περὶ αὐτῶν. σὺ μὲν οὖν πόρρω ταῦτα καὶ μακρῷ ἀσφαλέστερον, ἐγὼ δὲ παρὰ τὸ πῦρ αὐτὸ καὶ ἔτι πρότερον ἐν πολλῷ πλήθει τῶν ἀκροατῶν εἶπον αὐτά, ἐνίων μὲν ἀχθομένων, ὅσοι ἐθαύμαζον τὴν ἀπόνοιαν τοῦ γέροντος· ἦσαν δέ τινες οἳ καὶ αὐτοὶ ἐγέλων ἐπʼ αὐτῷ. ἀλλʼ ὀλίγου δεῖν ὑπὸ τῶν Κυνικῶν ἐγώ σοι διεσπάσθην ὥσπερ ὁ Ἀκταίων ὑπὸ τῶν κυνῶν ἢ ὁ ἀνεψιὸς αὐτοῦ ὁ Πενθεὺς ὑπὸ τῶν Μαινάδων.
ἡ δὲ πᾶσα τοῦ πράγματος διασκευὴ τοιάδε ἦν. τὸν μὲν ποιητὴν οἶσθα οἷός τε ἦν καὶ ἡλίκα ἐτραγῴδει παρʼ ὅλον τὸν βίον, ὑπὲρ τὸν Σοφοκλέα καὶ τὸν Αἰσχύλον. ἐγὼ δὲ ἐπεὶ τάχιστα εἰς τὴν Ἦλιν ἀφικόμην, διὰ τοῦ γυμνασίου ἀνιὼν[*](ἀνιὼν Sommerbrodt.: αὐτῶν MSS.) ἐπήκουον ἅμα Κυνικοῦ τινος μεγάλῃ καὶ τραχείᾳ τῇ φωνῇ τὰ συνήθη ταῦτα καὶ ἐκ τριόδου τὴν ἀρετὴν ἐπιβοωμένου καὶ ἅπασιν ἁπαξαπλῶς λοιδορουμένου. εἶτα κατέληξεν αὐτῷ ἡ βοὴ ἐς τὸν
Πρωτέα γάρ τις, ἔφη, κενόδοξον τολμᾷ λέγειν, ὦ γῆ καὶ ἥλιε καὶ ποταμοὶ καὶ θάλαττα καὶ πατρῷε Ἡράκλεις — Πρωτέα τὸν ἐν Συρίᾳ δεθέντα, τὸν τῇ πατρίδι ἀνέντα πεντακισχίλια τάλαντα, τὸν ἀπὸ τῆς Ῥωμαίων πόλεως ἐκβληθέντα, τὸν τοῦ Ἡλίου ἐπισημότερον, τὸν αὐτῷ ἀνταγωνίσασθαι τῷ Ὀλυμπίῳ δυνάμενον; ἀλλʼ ὅτι διὰ πυρὸς ἐξάγειν τοῦ βίου διέγνωκεν ἑαυτόν, εἰς κενοδοξίαν τινὲς τοῦτο ἀναφέρουσιν; οὐ γὰρ Ἡρακλῆς οὕτως; οὐ γὰρ Ἀσκληπιὸς καὶ Διόνυσος κεραυνῷ; οὐ γὰρ τὰ τελευταῖα Ἐμπεδοκλῆς εἰς τοὺς κρατῆρας;
ὡς δὲ ταῦτα εἶπεν ὁ Θεαγένης — τοῦτο γὰρ ὁ κεκραγὼς ἐκεῖνος ἐκαλεῖτο — ἠρόμην τινὰ τῶν παρεστώτων, τί βούλεται τὸ περὶ τοῦ πυρός, ἢ τί Ἡρακλῆς καὶ Ἐμπεδοκλῆς πρὸς τὸν Πρωτέα. ὁ δέ, οὐκ εἰς μακράν, ἔφη, καύσει ἑαυτὸν ὁ Πρωτεὺς Ὀλυμπίασιν. πῶς, ἔφην, ἢ τίνος ἕνεκα; εἶτα ὁ μὲν ἐπειρᾶτο λέγειν, ἐβόα δὲ ὁ Κυνικός, ὥστε ἀμήχανον ἦν ἄλλου ἀκούειν. ἐπήκουον οὖν τὰ λοιπὰ ἐπαντλοῦντος αὐτοῦ καὶ