Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ, ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις
v.4.p.244
πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο. καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη·
Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.