Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν.
ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη·
γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα.διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δʼ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.