Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον. λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν, κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν, ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ ἤροντο. συνίης δὲ οἵας[*](οἵας du Soul: οἷα MSS.) εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρʼ ἐκείνων, εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.