Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς λέγων·
Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς.καὶ πάλιν·
Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.καὶ αὖθις·
ἐς Μαλλὸν χώρει θεσπίσματά τʼ Ἀμφιλόχοιο.