Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη·
εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου[*](Ὀσρόου Kuhn: Ὀθρύου β, Ὀθρυάδου γ. Cf. Hist. Conscrib. 15 and 21.) κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ·
- Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας
- νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ
- στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.
- μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον,
- μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν
- πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.