Rhetorum praeceptor

Lucian of Samosata

Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.

τοιαῦτα μὲν τὰ φανερὰ καὶ τὰ ἔξω. ἰδίᾳ δὲ πάντα πράγματα ποιεῖν σοι δεδόχθω, κυβεύειν μεθύσκεσθαι λαγνεύειν μοιχεύειν, ἢ αὐχεῖν γε, κἂν μὴ ποιῇς, καὶ πρὸς ἅπαντας λέγειν καὶ γραμματεῖα ὑποδεικνύναι ὑπὸ γυναικῶν δῆθεν γραφέντα. καλὸς γὰρ εἶναι θέλε καὶ σοὶ μελέτω ὑπὸ τῶν γυναικῶν σπουδάζεσθαι δοκεῖν· εἰς τὴν ῥητορικὴν γὰρ καὶ τοῦτο ἀνοίσουσιν οἱ πολλοί, ὡς διὰ τοῦτό σου καὶ ἄχρι τῆς γυναικωνίτιδος εὐδοκιμοῦντος. καὶ τὸ δεῖνα δέ, μὴ αἰδεσθῇς, εἰ καὶ πρὸς ἀνδρῶν ἐπὶ τῷ ἑτέρῳ[*](ἑταιρεῖν Bekker.) ἐρᾶσθαι δοκοίης, καὶ ταῦτα γενειήτης ἢ καὶ νὴ Δία φαλακρὸς ἤδη ὤν. ἀλλʼ ἔστωσαν οἱ καὶ ἐπὶ τούτῳ συνόντες· ἢν δὲ μὴ ὦσιν, οἰκέται ἱκανοί. πολλὰ γὰρ καὶ ἐκ τοῦ τοιούτου πρὸς τὴν ῥητορικὴν χρήσιμα παραγίγνεται· πλείων ἡ ἀναισχυντία καὶ θράσος.

v.4.p.166
ὁρᾷς ὡς λαλίστεραι αἱ γυναῖκες καὶ λοιδοροῦνται περιττῶς καὶ ὑπὲρ τοὺς ἄνδρας; εἰ δὴ τὰ ὅμοια πάσχοις, καὶ ταῦτα διοίσεις τῶν ἄλλων. καὶ μὴν καὶ πιττοῦσθαι χρή, μάλιστα μὲν τὰ πάντα, εἰ δὲ μή, πάντως ἐκεῖνα. καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται. δύναται δὲ οὐ σολοικίζειν μόνον καὶ βαρβαρίζειν οὐδὲ ληρεῖν ἢ ἐπιορκεῖν ἢ λοιδορεῖσθαι ἢ διαβάλλειν καὶ ψεύδεσθαι, ἀλλὰ καὶ νύκτωρ τι ἄλλο ὑποτελεῖν, καὶ μάλιστα ἢν πρὸς οὕτω πολλοὺς τοὺς ἔρωτας μὴ διαρκέσῃς. πάντα αὐτή γε ἐπιστάσθω καὶ γονιμωτέρα γιγνέσθω καὶ μηδὲν ἀποστρεφέσθω.

ἢν ταῦτα, ὦ παῖ, καλῶς ἐκμάθῃς — δύνασαι δέ· οὐδὲν γὰρ ἐν αὐτοῖς βαρύ—θαρρῶν ἐπαγγέλλομαι οὐκ εἰς μακράν σε ἄριστον ῥήτορα καὶ ἡμῖν ὅμοιον ἀποτελεσθήσεσθαι. τὸ μετὰ τοῦτο δὲ οὐκ ἐμὲ χρὴ λέγειν, ὅσα ἐν βραχεῖ παρέσται σοι τὰ ἀγαθὰ παρὰ τῆς Ῥητορικῆς. ὁρᾷς ἐμέ, ὃς πατρὸς μὲν ἀφανοῦς καὶ οὐδὲ καθαρῶς ἐλευθέρου ἐγενόμην ὑπὲρ Ξόϊν καὶ Θμοῦιν δεδουλευκότος, μητρὸς δὲ ἀκεστρίας ἐπʼ ἀμφοδίου τινός. αὐτὸς δὲ τὴν ὥραν οὐ παντάπασιν ἀδόκιμος εἶναι δόξας τὸ μὲν πρῶτον ἐπὶ ψιλῷ τῷ τρέφεσθαι συνῆν τινι κακοδαίμονι καὶ γλίσχρῳ ἐραστῇ. ἐπεὶ δὲ τὴν

v.4.p.168
ὁδὸν ταύτην ῥᾴστην οὖσαν κατεῖδον καὶ διεκπαίσας ἐπὶ τῷ ἄκρῳ ἐγενόμην — ὑπῆρχε γάρ μοι, ὦ φίλη Ἀδράστεια, πάντα ἐκεῖνα ἃ προεῖπον ἐφόδια, τὸ θράσος, ἡ ἀμαθία, ἡ ἀναισχυντία — πρῶτον μὲν οὐκέτι Ποθεινὸς ὀνομάζομαι, ἀλλʼ ἤδη τοῖς Διὸς καὶ Λήδας παισὶν ὁμώνυμος γεγένημαι. ἔπειτα δὲ γραῒ συνοικήσας τὸ πρῶτον μὲν ἐγαστριζόμην πρὸς αὐτῆς ἐρᾶν προσποιούμενος γυναικὸς ἑβδομηκοντούτιδος τέτταρας ἔτι λοιποὺς ὀδόντας ἐχούσης, χρυσίῳ καὶ τούτους ἐνδεδεμένους. πλὴν ἀλλά γε διὰ τὴν πενίαν ὑφιστάμην τὸν ἆθλον καὶ τὰ ψυχρὰ ἐκεῖνα τὰ ἐκ τῆς σοροῦ φιλήματα ὑπερήδιστά μοι ἐποίει ὁ λιμός. εἶτα ὀλίγου δεῖν κληρονόμος ὧν εἶχεν ἁπάντων κατέστην, εἰ μὴ κατάρατός τις οἰκέτης ἐμήνυσεν ὡς φάρμακον εἴην ἐπʼ αὐτὴν ἐωνημένος.