Rhetorum praeceptor
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
ἐρωτᾷς, ὦ μειράκιον, ὅπως ἂν ῥήτωρ γένοιο καὶ τὸ σεμνότατον τοῦτο καὶ πάντιμον ὄνομα σοφιστὴς εἶναι δόξαις·[*](δόξαις Struve: δόξης γ, δόξεις β.) ἀβίωτα γὰρ εἶναί σοι φής, εἰ μὴ τοιαύτην τινὰ τὴν δύναμιν περιβάλοιο ἐν τοῖς λόγοις ὡς ἄμαχον εἶναι καὶ ἀνυπόστατον καὶ θαυμάζεσθαι πρὸς ἁπάντων καὶ ἀποβλέπεσθαι, περισπούδαστον ἄκουσμα τοῖς Ἕλλησι δοκοῦντα· καὶ δὴ τὰς ἐπὶ τοῦτο ἀγούσας ὁδοὺς αἵτινές ποτέ εἰσιν ἐθέλεις ἐκμαθεῖν. ἀλλʼ οὐδεὶς φθόνος, ὦ παῖ, καὶ μάλιστα ὁπότε νέος τις αὐτὸς ὤν, ὀρεγόμενος τῶν ἀρίστων, οὐκ εἰδὼς ὅθεν ἂν ταῦτα ἐκπορίσαιτο, ἱερόν τι χρῆμα τὴν συμβουλὴν οὖσαν, καθάπερ νῦν σύ, τοῦτο αἰτοίη προσελθών. ὥστε ἄκουε, τό γε ἐπʼ ἐμοὶ καὶ πάνυ θαρρῶν ὡς τάχιστα δεινὸς ἀνὴρ ἔσῃ γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά, ἢν τὸ μετὰ τοῦτο ἐθελήσῃς αὐτὸς ἐμμένειν οἷς ἂν ἀκούσῃς παρʼ ἡμῶν καὶ φιλοπόνως αὐτὰ μελετᾶν καὶ προθύμως ἀνύειν τὴν ὁδὸν ἔστʼ ἂν ἀφίκῃ πρὸς τὸ τέρμα.
τὸ μὲν οὖν θήραμα οὐ σμικρὸν οὐδὲ ὀλίγης τῆς σπουδῆς δεόμενον, ἀλλὰ ἐφʼ ὅτῳ καὶ πονῆσαι πολλὰ καὶ ἀγρυπνῆσαι καὶ πᾶν ὁτιοῦν ὑπομεῖναι