De mercede

Lucian of Samosata

Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.

οὐκ ὀκνῶ δέ σοι καὶ διηγήσασθαι ὅ μοι Θεσμόπολις οὗτος ὁ Στωϊκὸς διηγήσατο συμβὰν αὐτῷ πάνυ γελοῖον καὶ νὴ Δίʼ οὐκ ἀνέλπιστον ὡς ἂν καὶ ἄλλῳ ταὐτὸν συμβαίη. συνῆν μὲν γὰρ πλουσίᾳ τινὶ καὶ τρυφώσῃ γυναικὶ τῶν ἐπιφανῶν ἐν τῇ πόλει. δεῆσαν δὲ καὶ ἀποδημῆσαί ποτε, τὸ μὲν πρῶτον ἐκεῖνο παθεῖν ἔφη γελοιότατον, συγκαθέζεσθαι γὰρ[*](γὰρ Fritzsche: παρ' MSS.) αὐτῷ παραδεδόσθαι φιλοσόφῳ ὄντι κίναιδόν τινα τῶν πεπιττωμένων τὰ σκέλη καὶ τὸν πώγωνα περιεξυρημένων· διὰ τιμῆς δʼ αὐτὸν ἐκείνη, ὡς τὸ εἰκός, ἦγεν. καὶ τοὔνομα δὲ τοῦ κιναίδου ἀπεμνημόνευεν· Χελιδόνιον γὰρ καλεῖσθαι. τοῦτο τοίνυν πρῶτον ἡλίκον, σκυθρωπῷ καὶ γέροντι ἀνδρὶ καὶ πολιῷ τὸ γένειον — οἶσθα δὲ ὡς βαθὺν πώγωνα καὶ σεμνὸν ὁ Θεσμόπολις εἶχεν — παρακαθίζεσθαι φῦκος ἐντετριμμένον καὶ ὑπογεγραμμένον τοὺς ὀφθαλμοὺς καὶ διασεσαλευμένον τὸ βλέμμα καὶ τὸν τράχηλον ἐπικεκλασμένον, οὐ χελιδόνα μὰ Δίʼ, ἀλλὰ γῦπά τινα περιτετιλμένον τὰ πτερά·[*](τὰ πτερά Text Halbertsma, de Jong: περιτετιλμένον τοῦ πώγωνος τὰ πτερά MSS.) καὶ εἴ γε μὴ πολλὰ δεηθῆναι αὐτοῦ, καὶ τὸν κεκρύφαλον ἔχοντα ἐπὶ τῇ κεφαλῇ ἂν συγκαθίζεσθαι. τὰ δʼ οὖν ἄλλα παρʼ ὅλην τὴν ὁδὸν μυρίας τὰς ἀηδίας ἀνασχέσθαι ὑπᾴδοντος καὶ τερετίζοντος, εἰ δὲ μὴ ἐπεῖχεν αὐτός, ἴσως ἂν καὶ ὀρχουμένου ἐπὶ τῆς ἀπήνης.

ἕτερον δʼ οὖν τι καὶ τοιοῦτον αὐτῷ προσταχθῆναι. καλέσασα γὰρ αὐτὸν ἡ γυνή, Θεσμόπολι, φησίν, οὕτως ὄναιο, χάριν οὐ μικρὰν

v.3.p.468
αἰτούσῃ δὸς μηδὲν ἀντειπὼν μηδὲ ὅπως ἐπὶ πλεῖόν σου δεήσομαι περιμείνας. τοῦ δέ, ὅπερ εἰκὸς ἦν, ὑποσχομένου πάντα πράξειν, δέομαί σου τοῦτο, ἔφη, χρηστὸν ὁρῶσά σε καὶ ἐπιμελῆ καὶ φιλόστοργον, τὴν κύνα ἣν οἶσθα τὴν Μυρρίνην ἀναλαβὼν εἰς τὸ ὄχημα φύλαττέ μοι καὶ ἐπιμελοῦ ὅπως μηδενὸς ἐνδεὴς ἔσται· βαρύνεται γὰρ ἡ ἀθλία τὴν γαστέρα καὶ σχεδὸν ὡς ἐπίτεξ ἐστίν· οἱ δὲ κατάρατοι οὗτοι καὶ ἀπειθεῖς οἰκέται οὐχ ὅπως ἐκείνης, ἀλλʼ οὐδʼ ἐμοῦ αὐτῆς πολὺν ποιοῦνται λόγον ἐν ταῖς ὁδοῖς. μὴ τοίνυν τι σμικρὸν οἰηθῇς εὖ ποιήσειν με τὸ περισπούδαστόν μοι καὶ ἥδιστον κυνίδιον διαφυλάξας. ὑπέσχετο ὁ Θεσμόπολις πολλὰ ἱκετευούσης καὶ μονονουχὶ καὶ δακρυούσης. τὸ δὲ πρᾶγμα παγγέλοιον ἦν, κυνίδιον ἐκ τοῦ ἱματίου προκῦπτον μικρὸν ὑπὸ τὸν πώγωνα καὶ κατουρῆσαν πολλάκις, εἰ καὶ μὴ ταῦτα ὁ Θεσμόπολις προσετίθει, καὶ βαΰζον λεπτῇ τῇ φωνῇ — τοιαῦτα γὰρ τὰ Μελιταῖα — καὶ τὸ γένειον τοῦ φιλοσόφου περιλιχμώμενον, καὶ μάλιστα εἴ τι τοῦ χθιζοῦ αὐτῷ ζωμοῦ ἐγκατεμέμικτο. καὶ ὅ γε κίναιδος, ὁ σύνεδρος, οὐκ ἀμούσως ποτὲ καὶ εἰς τοὺς ἄλλους τοὺς παρόντας ἐν τῷ συμποσίῳ ἀποσκώπτων, ἐπειδή ποτε καὶ ἐπὶ τὸν Θεσμόπολιν καθῆκε τὸ σκῶμμα, περὶ δὲ Θεσμοπόλιδος, ἔφη, τοῦτο μόνον εἰπεῖν ἔχω, ὅτι ἀντὶ Στωϊκοῦ ἤδη Κυνικὸς ἡμῖν γεγένηται. τὸ δʼ οὖν κυνίδιον καὶ τετοκέναι ἐν τῷ τρίβωνι τῷ τοῦ Θεσμοπόλιδος ἐπυθόμην.