Calumniae non temere credundum

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

ἔπειτα δὲ ὡς ἄδικος ὁ τοιοῦτος καὶ παράνομός ἐστι καὶ ἀσεβὴς καὶ τοῖς χρωμένοις ἐπιζήμιος, ῥᾴδιον καταμαθεῖν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τὴν μὲν ἰσότητα ἐν ἅπαντι καὶ τὸ μηδὲν πλέον δικαιοσύνης ἔργα εἶναι, τὸ δὲ ἄνισόν τε καὶ πλεονεκτικὸν ἀδικίας; ὁ δὲ τῇ διαβολῇ κατὰ τῶν ἀπόντων λάθρᾳ χρώμενος πῶς οὐ πλεονέκτης ἐστὶν ὅλον τὸν ἀκροατὴν σφετεριζόμενος καὶ προκαταλαμβάνων αὐτοῦ τὰ ὦτα καὶ ἀποφράττων καὶ τῷ δευτέρῳ λόγῳ παντελῶς ἄβατα κατασκευάζων αὐτὰ ὑπὸ τῆς διαβολῆς προεμπεπλησμένα; ἐσχάτης ἀδικίας τὸ τοιοῦτον, ὡς φαῖεν ἂν καὶ οἱ ἄριστοι τῶν νομοθετῶν, οἷον ὁ Σόλων καὶ ὁ Δράκων, ἔνορκον ποιησάμενοι τοῖς δικασταῖς τὸ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι καὶ τὸ τὴν εὔνοιαν ἴσην τοῖς κρινομένοις ἀπονέμειν, ἄχρι ἂν ὁ τοῦ δευτέρου λόγος παρατεθεὶς θατέρου χείρων ἢ ἀμείνων φανῇ· πρὶν δέ γε ἀντεξετάσαι τὴν ἀπολογίαν τῇ κατηγορίᾳ, παντελῶς ἀσεβῆ καὶ ἀνόσιον ἡγήσαντο ἔσεσθαι τὴν κρίσιν. καὶ γὰρ ἂν καὶ αὐτοὺς ἀγανακτῆσαι τοὺς θεοὺς εἴποιμεν, εἰ τῷ κατηγόρῳ μετʼ ἀδείας ἃ θέλει λέγειν ἐπιτρέποιμεν, ἀποφράξαντες δὲ τῷ κατηγορουμένῳ τὰ ὦτα ἢ τῷ στόματι σιωπῶντος[*](σιωπῶντος Corrupt, and not yet satisfactorily emended. τὸ στόμα σιωπῶντος Halm.) καταψηφιζοίμεθα τῷ προτέρῳ λόγῳ

v.1.p.370
κεχειρωμένοι, ὥστε οὐ κατὰ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸν ὅρκον τὸν δικαστικὸν φαίη τις ἂν γίγνεσθαι τὰς διαβολάς. εἰ δέ τῳ μὴ ἀξιόπιστοι δοκοῦσιν οἱ νομοθέται παραινοῦντες οὕτω δικαίας καὶ ἀμερεῖς ποιεῖσθαι τὰς κρίσεις, ποιητήν μοι δοκῶ τὸν ἄριστον ἐπάγειν τῷ λόγῳ εὖ μάλα περὶ τούτων ἀποφηνάμενον, μᾶλλον δὲ νομοθετήσαντα. φησὶ δέ,
μήτε δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃς.
ἠπίστατο γάρ, οἶμαι, καὶ οὗτος ὡς πολλῶν ὄντων ἐν τῷ βίῳ ἀδικημάτων οὐδὲν ἄν τις εὕροι χεῖρον οὐδὲ ἀδικώτερον ἢ ἀκρίτους τινὰς καὶ ἀμοίρους λόγων καταδεδικάσθαι· ὅπερ ἐξ ἅπαντος ὁ διαβάλλων ἐπιχειρεῖ ποιεῖν ἄκριτον ὑπάγων τὸν διαβαλλόμενον τῇ τοῦ ἀκούοντος ὀργῇ καὶ τὴν ἀπολογίαν τῷ λαθραίῳ τῆς κατηγορίας παραιρούμενος.

καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλʼ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς ποθεν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλʼ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι, ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν ὑγιὲς τοὺς διαβάλλοντας λέγειν. ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται, οὗτος, οἶμαι, καὶ εἰς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ τῶν πολεμίων.

v.1.p.372

ἴδοι δʼ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασιλέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν ὁ φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις· ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέστερα καὶ αἱ ζηλοτυπίαι κακοτεχνέστεραι. πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι καὶ ὥσπερ οἱ μονομαχοῦντες ἐπιτηροῦσιν εἴ πού τι γυμνωθὲν μέρος θεάσαιντο τοῦ σώματος· καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει. ἔνθα ὁ μὲν χρηστὸς ἀτεχνῶς εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, ὁ δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ· καὶ ὅλως ὁ[*](ὁ (not in best MSS.) is necessary to the sense.) φθάσας κρατεῖ· τὰ γὰρ τοῦ Ὁμήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι

ξυνὸς Ἐνυάλιος καὶ τὸν κτανέοντα κατέκτα.
τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος ποικίλας κατʼ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν ἡ τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου ἢ μίσους εὐέλπιδα[*](εὐέλπιδα Herwerden: εὐέλπιδος MSS.) λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη καὶ πολλῶν συμφορῶν ἀνάπλεα.

οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστι τοῦτο, ὡς ἄν τις ὑπολάβοι, ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας

v.1.p.374
δεόμενον· οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο· οὐδʼ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων.