Calumniae non temere credundum

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

πρῶτον μὲν δή, εἰ δοκεῖ, παραγάγωμεν τὸν πρωταγωνιστὴν τοῦ δράματος, λέγω δὲ τὸν ποιητὴν τῆς διαβολῆς. οὗτος δὲ δὴ ὡς μὲν οὐκ

v.1.p.368
ἀγαθὸς ἄνθρωπός ἐστι, πᾶσιν οἶμαι γνώριμον· οὐδεὶς γὰρ ἂν ἀγαθὸς κακῶν αἴτιος γένοιτο τῷ πλησίον, ἀλλʼ ἔστιν ἀγαθῶν ἀνδρῶν ἀφʼ ὧν εὖ ποιοῦσιν αὐτοὶ τοὺς φίλους, οὐκ ἀφʼ ὧν τοὺς ἄλλους ἀδικοῦντες αἰτιῶνται καὶ μισεῖσθαι παρασκευάζουσιν, εὐδοκιμεῖν δόξαν εὐνοίας προσλαβόντες.

ἔπειτα δὲ ὡς ἄδικος ὁ τοιοῦτος καὶ παράνομός ἐστι καὶ ἀσεβὴς καὶ τοῖς χρωμένοις ἐπιζήμιος, ῥᾴδιον καταμαθεῖν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τὴν μὲν ἰσότητα ἐν ἅπαντι καὶ τὸ μηδὲν πλέον δικαιοσύνης ἔργα εἶναι, τὸ δὲ ἄνισόν τε καὶ πλεονεκτικὸν ἀδικίας; ὁ δὲ τῇ διαβολῇ κατὰ τῶν ἀπόντων λάθρᾳ χρώμενος πῶς οὐ πλεονέκτης ἐστὶν ὅλον τὸν ἀκροατὴν σφετεριζόμενος καὶ προκαταλαμβάνων αὐτοῦ τὰ ὦτα καὶ ἀποφράττων καὶ τῷ δευτέρῳ λόγῳ παντελῶς ἄβατα κατασκευάζων αὐτὰ ὑπὸ τῆς διαβολῆς προεμπεπλησμένα; ἐσχάτης ἀδικίας τὸ τοιοῦτον, ὡς φαῖεν ἂν καὶ οἱ ἄριστοι τῶν νομοθετῶν, οἷον ὁ Σόλων καὶ ὁ Δράκων, ἔνορκον ποιησάμενοι τοῖς δικασταῖς τὸ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι καὶ τὸ τὴν εὔνοιαν ἴσην τοῖς κρινομένοις ἀπονέμειν, ἄχρι ἂν ὁ τοῦ δευτέρου λόγος παρατεθεὶς θατέρου χείρων ἢ ἀμείνων φανῇ· πρὶν δέ γε ἀντεξετάσαι τὴν ἀπολογίαν τῇ κατηγορίᾳ, παντελῶς ἀσεβῆ καὶ ἀνόσιον ἡγήσαντο ἔσεσθαι τὴν κρίσιν. καὶ γὰρ ἂν καὶ αὐτοὺς ἀγανακτῆσαι τοὺς θεοὺς εἴποιμεν, εἰ τῷ κατηγόρῳ μετʼ ἀδείας ἃ θέλει λέγειν ἐπιτρέποιμεν, ἀποφράξαντες δὲ τῷ κατηγορουμένῳ τὰ ὦτα ἢ τῷ στόματι σιωπῶντος[*](σιωπῶντος Corrupt, and not yet satisfactorily emended. τὸ στόμα σιωπῶντος Halm.) καταψηφιζοίμεθα τῷ προτέρῳ λόγῳ

v.1.p.370
κεχειρωμένοι, ὥστε οὐ κατὰ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸν ὅρκον τὸν δικαστικὸν φαίη τις ἂν γίγνεσθαι τὰς διαβολάς. εἰ δέ τῳ μὴ ἀξιόπιστοι δοκοῦσιν οἱ νομοθέται παραινοῦντες οὕτω δικαίας καὶ ἀμερεῖς ποιεῖσθαι τὰς κρίσεις, ποιητήν μοι δοκῶ τὸν ἄριστον ἐπάγειν τῷ λόγῳ εὖ μάλα περὶ τούτων ἀποφηνάμενον, μᾶλλον δὲ νομοθετήσαντα. φησὶ δέ,
μήτε δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃς.
ἠπίστατο γάρ, οἶμαι, καὶ οὗτος ὡς πολλῶν ὄντων ἐν τῷ βίῳ ἀδικημάτων οὐδὲν ἄν τις εὕροι χεῖρον οὐδὲ ἀδικώτερον ἢ ἀκρίτους τινὰς καὶ ἀμοίρους λόγων καταδεδικάσθαι· ὅπερ ἐξ ἅπαντος ὁ διαβάλλων ἐπιχειρεῖ ποιεῖν ἄκριτον ὑπάγων τὸν διαβαλλόμενον τῇ τοῦ ἀκούοντος ὀργῇ καὶ τὴν ἀπολογίαν τῷ λαθραίῳ τῆς κατηγορίας παραιρούμενος.

καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλʼ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς ποθεν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλʼ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι, ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν ὑγιὲς τοὺς διαβάλλοντας λέγειν. ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται, οὗτος, οἶμαι, καὶ εἰς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ τῶν πολεμίων.