Calumniae non temere credundum
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ Ἄντεια
αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα.
- τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
- ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ
v.1.p.388
καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.