Calumniae non temere credundum

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

καὶ τὰ μὲν ἐκτὸς ταῦτα. ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι. πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον.[*](ἑλκόμενον ? Harmon) οὐ γὰρ οἶδʼ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες·[*](πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες Text Du Soul: λαθρηδὰ καὶ πρὸς τὰς λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκούοντες (ἀκοάς) MSS.: καὶ πρὸς τὰς λαθρηδὰ λεγομένας καὶ μεστὰς ὑπονοίας ἀκοάς Jacobitz.) οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους.

v.1.p.384

ἐπειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτʼ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος· ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται.

καὶ τὸ πάντων οἴκτιστον, ὁ μὲν οὐκ εἰδὼς τὰ γεγενημένα προσέρχεται τῷ φίλῳ φαιδρὸς ἅτε μηδὲν ἑαυτῷ φαῦλον συνεπιστάμενος καὶ τὰ συνήθη λέγει καὶ ποιεῖ, παντὶ τρόπῳ ὁ ἄθλιος ἐνηδρευμένος· ὁ δὲ ἢν μὲν ἔχῃ τι γενναῖον καὶ ἐλεύθερον καὶ παρρησιαστικόν, εὐθὺς ἐξέρρηξε τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐξέχεε, καὶ τέλος τὴν ἀπολογίαν προσιέμενος ἔγνω μάτην κατὰ τοῦ φίλου παρωξυμμένος.

ἢν δὲ ἀγεννέστερος καὶ ταπεινότερος, προσίεται μὲν καὶ προσμειδιᾷ τοῖς χείλεσιν ἄκροις, μισεῖ δὲ καὶ λάθρᾳ τοὺς ὀδόντας διαπρίει καί, ὡς ὁ ποιητής φησι, βυσσοδομεύει τὴν ὀργήν. οὗ δὴ ἐγὼ οὐδὲν οἶμαι ἀδικώτερον οὐδὲ δουλοπρεπέστερον, ἐνδακόντα τὸ χεῖλος ὑποτρέφειν τὴν χολὴν καὶ τὸ μῖσος ἐν αὑτῷ κατάκλειστον αὔξειν ἕτερα μὲν κεύθοντα ἐνὶ φρεσίν, ἄλλα δὲ λέγοντα καὶ ὑποκρινόμενον ἱλαρῷ καὶ κωμικῷ τῷ προσώπῳ μάλα περιπαθῆ τινα καὶ ἰοῦ γέμουσαν τραγῳδίαν. μάλιστα δὲ τοῦτο πάσχουσιν, ἐπειδὰν πάλαι φίλος ὁ ἐνδιαβάλλων δοκῶν εἶναι τῷ ἐνδιαβαλλομένῳ ποιῆται ὅμως· τότε γὰρ οὐδὲ φωνὴν

v.1.p.386
ἀκούειν ἔτι θέλουσι τῶν διαβαλλομένων ἢ τῶν ἀπολογουμένων, τὸ ἀξιόπιστον τῆς κατηγορίας ἐκ τῆς πάλαι δοκούσης φιλίας προειληφότες, οὐδὲ τοῦτο λογιζόμενοι, ὅτι πολλαὶ πολλάκις ἐν τοῖς φιλτάτοις μίσους παραπίπτουσιν αἰτίαι τοὺς ἄλλους λανθάνουσαι· καὶ ἐνίοτε οἷς αὐτός τις ἔνοχός ἐστι, ταυτὶ φθάσας κατηγόρησε τοῦ πλησίον ἐκφυγεῖν οὕτω πειρώμενος τὴν διαβολήν. καὶ ὅλως ἐχθρὸν μὲν οὐδεὶς ἂν τολμήσειε διαβαλεῖν· ἄπιστος γὰρ αὐτόθι ἡ κατηγορία πρόδηλον ἔχουσα τὴν αἰτίαν· τοῖς δοκοῦσι δὲ μάλιστα φίλοις ἐπιχειροῦσι τὴν πρὸς τοὺς ἀκούοντας εὔνοιαν ἐμφῆναι προαιρούμενοι, ὅτι ἐπὶ τῷ ἐκείνων συμφέροντι οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο.

εἰσὶ δέ τινες οἳ κἂν μάθωσιν ὕστερον ἀδίκως διαβεβλημένους παρʼ αὐτοῖς τοὺς φίλους, ὅμως ὑπʼ αἰσχύνης ὧν ἐπίστευσαν οὐδʼ ἔτι προσίεσθαι οὐδὲ προσβλέπειν τολμῶσιν αὐτοῖς ὥσπερ ἠδικημένοι, ὅτι μηδὲν ἀδικοῦντας ἐπέγνωσαν.

τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ Ἄντεια

  1. τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  2. ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ
αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα.
v.1.p.388
καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.

ναί, φήσει τις· ἀλλʼ ἀξιόπιστός ἐστιν ἐνίοτε ὁ διαβάλλων ἀνὴρ τά τε ἄλλα δίκαιος καὶ συνετὸς εἶναι δοκῶν, καὶ ἐχρῆν προσέχειν αὐτῷ ἅτε μηδὲν ἂν τοιοῦτο κακουργήσαντι. ἆρʼ οὖν τοῦ Ἀριστείδου ἔστι τις δικαιότερος; ἀλλʼ ὅμως κἀκεῖνος συνέστη ἐπὶ τὸν Θεμιστοκλέα καὶ συμπαρώξυνε τὸν δῆμον, ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος.[*](ὑποκεκνισμένος MSS. : ὕπο κεκνισμένος Guyet. The construction is correctly explained in the scholia.) δίκαιος μὲν γὰρ ὡς πρὸς τοὺς ἄλλους Ἀριστείδης, ἄνθρωπος δὲ καὶ αὐτὸς ἦν καὶ χολὴν εἶχε, καὶ ἠγάπα τινὰ καὶ ἐμίσει.

καὶ εἴ γε ἀληθής ἐστιν ὁ περὶ τοῦ Παλαμήδους λόγος, ὁ συνετώτατος τῶν Ἀχαιῶν κἀν τοῖς ἄλλοις ἄριστος τὴν ἐπιβουλὴν καὶ ἐνέδραν ὑπὸ φθόνου φαίνεται συντεθεικὼς κατὰ ἀνδρὸς ὁμαίμου καὶ φίλου καὶ ἐπὶ τὸν αὐτὸν κίνδυνον ἐκπεπλευκότος· οὕτως ἔμφυτον ἅπασιν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα ἁμαρτία.

τί γὰρ ἄν τις ἢ τὸν Σωκράτην λέγοι τὸν ἀδίκως πρὸς τοὺς Ἀθηναίους διαβεβλημένον ὡς ἀσεβῆ

v.1.p.390
καὶ ἐπίβουλον; ἢ τὸν Θεμιστοκλέα ἢ τὸν Μιλτιάδην, τοὺς μετὰ τηλικαύτας νίκας ἐπὶ προδοσίᾳ τῆς Ἑλλάδος ὑπόπτους γενομένους; μυρία γὰρ τὰ παραδείγματα καὶ σχεδὸν τὰ πλεῖστα ἤδη γνώριμα.

τί οὖν χρὴ καὶ ποιεῖν τόν γε νοῦν ἔχοντα ἢ ἀρετῆς ἢ ἀληθείας ἀμφισβητοῦντα; ὅπερ, οἶμαι, καὶ Ὅμηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλʼ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀποκλείειν καὶ ἀπωθεῖν· καὶ γὰρ ἂν εἴη γελοῖον τῆς μὲν οἰκίας θυρωροὺς καθιστάναι, τὰ ὦτα δὲ καὶ τὴν διάνοιαν ἀνεῳγμένα ἐᾶν.

ἐπειδὰν τοίνυν τοιαῦτα προσίῃ τις λέγων, αὐτὸ ἐφʼ ἑαυτοῦ χρὴ τὸ πρᾶγμα ἐξετάζειν, μήτε ἡλικίαν τοῦ λέγοντος ὁρῶντα μήτε τὸν ἄλλον βίον μήτε τὴν ἐν τοῖς λόγοις ἀγχίνοιαν. ὅσῳ γάρ τις πιθανώτερος, τοσούτῳ ἐπιμελεστέρας δεῖται τῆς ἐξετάσεως. οὐ δεῖ τοίνυν πιστεύειν ἀλλοτρίᾳ κρίσει, μᾶλλον δὲ μίσει τοῦ κατηγοροῦντος, ἀλλʼ ἑαυτῷ τὴν ἐξέτασιν φυλακτέον τῆς ἀληθείας, ἀποδόντα καὶ τῷ διαβάλλοντι τὸν φθόνον καὶ ἐν φανερῷ ποιησάμενον τὸν ἔλεγχον τῆς ἑκατέρου διανοίας, καὶ μισεῖν οὕτω καὶ ἀγαπᾶν τὸν δεδοκιμασμένον. πρὶν δὲ τοῦτο ποιῆσαι ἐκ τῆς πρώτης διαβολῆς κεκινημένον, Ἡράκλεις, ὡς

v.1.p.392
μειρακιῶδες καὶ ταπεινὸν καὶ πάντων οὐχ ἥκιστα ἄδικον. ἀλλὰ τούτων ἁπάντων αἴτιον, ὅπερ ἐν ἀρχῇ ἔφημεν, ἡ ἄγνοια καὶ τὸ ἐν σκότῳ που εἶναι τὸν ἑκάστου τρόπον· ὡς εἴ γε θεῶν τις ἀποκαλύψειεν ἡμῶν τοὺς βίους, οἴχοιτο ἂν φεύγουσα ἐς τὸ βάραθρον ἡ διαβολὴ χώραν οὐκ ἔχουσα, ὡς ἂν πεφωτισμένων τῶν πραγμάτων ὑπὸ τῆς ἀληθείας.