Calumniae non temere credundum

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

τό τε ἀξιόπιστον τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν

v.1.p.376
ἐπινοοῦσιν, ἀλλʼ ἐν τούτῳ τὸ πᾶν αὐτοῖς ἐστιν ἔργον δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον. ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν.

ἐνίοτε μέντοι καὶ ὁ ἀκροώμενος αὐτὸς ὑποβάλλει τῆς διαβολῆς τὰς ἀφορμάς, καὶ πρὸς τὸν ἐκείνου τρόπον οἱ κακοήθεις αὐτοὶ ἁρμοζόμενοι εὐστοχοῦσιν. ἢν μὲν γὰρ ζηλότυπον αὐτὸν ὄντα ἴδωσι, Διένευσε, φασί, τῇ γυναικί σου παρὰ τὸ δεῖπνον καὶ ἀπιδὼν ἐς αὐτὴν ἐστέναξε, καὶ ἡ Στρατονίκη πρὸς αὐτὸν οὐ μάλα ἀηδῶς· καὶ ὅλως ἐρωτικαί τινες καὶ μοιχικαὶ πρὸς αὐτὸν αἱ διαβολαί. ἢν δὲ ποιητικὸς ᾖ καὶ ἐπὶ τούτῳ μέγα φρονῇ, Μὰ Δίʼ ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη καὶ διέσυρε καὶ ἄμετρα εἶπεν αὐτὰ καὶ κακοσύνθετα. πρὸς δὲ τὸν εὐσεβῆ καὶ φιλόθεον ὡς ἄθεος καὶ ἀνόσιος ὁ φίλος διαβάλλεται καὶ ὡς τὸ θεῖον παρωθούμενος καὶ τὴν πρόνοιαν ἀρνούμενος· ὁ δὲ ἀκούσας εὐθὺς μύωπι διὰ τοῦ ὠτὸς τυπεὶς διακέκαυται ὡς τὸ εἰκὸς καὶ ἀπέστραπται τὸν φίλον οὐ περιμείνας τὸν ἀκριβῆ ἔλεγχον.

ὅλως γὰρ τὰ τοιαῦτα ἐπινοοῦσι καὶ λέγουσιν, ἃ μάλιστα ἴσασιν ἐς ὀργὴν δυνάμενα προκαλέσασθαι τὸν ἀκροώμενον, καὶ ἔνθα τρωτός ἐστιν ἕκαστος ἐπιστάμενοι, ἐπʼ ἐκεῖνο τοξεύουσι καὶ ἀκοντίζουσιν ἐς αὐτό, ὥστε τῇ παραυτίκα ὀργῇ τεταραγμένον μηκέτι σχολὴν ἄγειν τῇ ἐξετάσει τῆς ἀληθείας, ἀλλὰ κἂν θέλῃ τις

v.1.p.378
ἀπολογεῖσθαι, μὴ προσίεσθαι, τῷ παραδόξῳ τῆς ἀκροάσεως ὡς ἀληθεῖ προκατειλημμένον.