Macrobii

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς ἑπτὰ[*](ἑπτὰ Ν, vulg.: τέσσαραα other MSS., Schwartz.) πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε, καὶ πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην καὶ νικήσας μετʼ οὐ πολὺ ἐτελεύτα. καὶ Φιλήμων δὲ ὁ κωμικός,[*](ὁ κωμικὸς MSS.: κωμικὸς Schwartz.) ὁμοίως τῷ Κρατίνῳ ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς, κατέκειτο μὲν ἐπὶ κλίνης ἠρεμῶν, θεασάμενος δὲ ὄνον τὰ παρεσκευασμένα αὐτῷ σῦκα κατεσθίοντα ὥρμησε μὲν εἰς γέλωτα, καλέσας δὲ τὸν οἰκέτην καὶ σὺν πολλῷ καὶ ἀθρόῳ γέλωτι εἰπὼν προσδοῦναι τῷ ὄνῳ ἀκράτου ῥοφεῖν ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος ἀπέθανεν. καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη λέγεται βιῶναι.

Ἀνακρέων δὲ ὁ τῶν μελῶν ποιητὴς ἔζησεν ἔτη πέντε καὶ ὀγδοήκοντα, καὶ Στησίχορος δὲ ὁ μελοποιὸς ταὐτά, Σιμωνίδης δὲ ὁ Κεῖος ὑπὲρ τὰ ἐνενήκοντα.