Macrobii
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθʼ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν[*](ἀδελφῶν Supply ἀδελφῶν προτιμηθεὶς πρεσβυτέρων, or the like: see note 1.231.1.)... φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν
Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ· ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλʼ ἐν τῇ πρὸς Περδίκκαν μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη.
Κῦρος δὲ ὁ Περσῶν βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ, ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρμένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκοντος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ διαβληθείς, τὸ δέ τι ὡς παρανοοῦντα αὑτὸν αἰτιασάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον.
Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα. Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου
Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν. Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη[*](ἔτη Schwartz: not in MSS.) ἐτελεύτα νόσῳ. Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε. Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.
Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην[*](τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Guyet: τοὺς ὑπὸ τῇ μάχῃ MSS.) Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.
βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.
ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν
Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα· ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταίσαντα ἀναφθέγξασθαι, Τί με βοᾷς; καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.
Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα· Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα·· Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα·· Χρύσιππος ἓν καὶ ὀγδοήκοντα· Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα·· Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος,