Demonax
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
ἰδὼν δέ τις ἐπὶ τῶν σκελῶν αὐτοῦ οἷα τοῖς γέρουσιν ἐπιεικῶς γίνεται, ἤρετο, Τί τοῦτο, ὦ Δημῶναξ; ὁ δὲ μειδιάσας, Χάρων με ἔδακεν, ἔφη.
καὶ μέντοι καὶ Λακεδαιμόνιόν τινα ἰδὼν τὸν αὑτοῦ οἰκέτην μαστιγοῦντα, Παῦσαι, ἔφη, ὁμότιμον σαυτοῦ τὸν δοῦλον ἀποφαίνων.
Δανάης δέ τινος πρὸς τὸν ἀδελφὸν δίκην ἐχούσης, Κρίθητι, ἔφη, οὐ γὰρ εἶ Δανάη ἡ Ἀκρισίου θυγάτηρ.
μάλιστα δὲ ἐπολέμει τοῖς οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ἐπίδειξιν φιλοσοφοῦσιν· ἕνα γοῦν ἰδὼν Κυνικὸν τρίβωνα μὲν καὶ πήραν ἔχοντα, ἀντὶ δὲ
v.1.p.166
τῆς βακτηρίας ὕπερον, καὶ κεκραγότα καὶ λέγοντα ὅτι Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους ἐστὶ ζηλωτής, Μὴ ψεύδου, ἔφη, σὺ γὰρ Ὑπερείδου μαθητὴς ὢν τυγχάνεις.