Demonax
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
Ἀγαθοκλέους δὲ τοῦ Περιπατητικοῦ μέγα
v.1.p.160
φρονοῦντος ὅτι μόνος αὐτός ἐστιν καὶ πρῶτος τῶν διαλεκτικῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος. Κεθήγου δὲ τοῦ ὑπατικοῦ, ὁπότε διὰ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν ἀπῄει πρεσβεύσων τῷ πατρί, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιοῦντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα εἶναι, Μὰ τὸν Δίʼ, ἔφη ὁ Δημῶναξ, οὐδὲ μέγα.
καὶ Ἀπολλώνιον δέ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα — ἤδη δὲ ἀπῄει μετάπεμπτος ὡς ἐπὶ παιδείᾳ τῷ βασιλεῖ συνεσόμενος — προσέρχεται, ἔφη, Ἀπολλώνιος καὶ οἱ Ἀργοναῦται αὐτοῦ.
ἄλλου δέ ποτε ἐρομένου εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλʼ ὡς πάντα.