Ocypus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

  1. τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον,
  2. ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον.
  3. τὰ πάντα σοι πάσχοντι συντόμως φράσω.
  4. ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν·
  5. οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,
  6. ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον.
  7. δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην,
  8. ἧς οὐκ ἂν ἂραιτ’ ἄχθος ἀνθρώπων φύσις.
Ὠκύπους
  1. Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι.
  2. πόθεν μὲ τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος;
  3. δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν,
  4. ὁποῖα Σάτυροι Βακχίους ὑπ’ ὠλένας.
Τροφεύς
  1. Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι,
  2. καὶ τὸν νέον σὲ χειραγωγῶ πρέσβυς ὤν.