Demosthenis encomium
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόν των ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς ὑμῶν αὐτὸν ἐπίστανται. σμικρός τίς ἐστι γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα, Θερσαγόρας, ἔφην, ὁ ποιητὴς ποῖ δὴ καὶ πόθεν; Οἴκοθεν, ἦ δ’ ὅς, ἐνταῦθα. Πότερον, ἦν δ’ ἐγώ, διαβαδιῶν; Ἀμέλει μὲν οὖν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι. Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τὴς παιδεύσεως ἐκείνῳ τίνων. Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ’ ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου.
πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω - τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δή που τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας - προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη· πάλαι γάρ τοι καὶ αὐτὸς ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσοι τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.
Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ,
καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’, Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. Καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας, Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν μέγα φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν; Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι. Εὖ γε, εἶπον·
ἐμὲ δ’ οὐκ ἂν νομίξοις πρὸς τοῦ Δηιμοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις κατὰ τὴν ὑπόθεσιν, δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσι θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσι μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν οἰνοβαρὲς πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δ’ εἷς οἰωνὸς ἄριστος πρὸς τό δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας, καὶ τό
ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύςπρὸς τό πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες. παραβάλλω δὲ καὶ τὸν ῥέοντα Πύθωνα πρὸς τὰς Ὀδυσσέως νιφάδας τῶν λύγων, καὶ τὸ
πρὸς τό πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. καὶ μυρίαι γεγόνασιν αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.εἰ μὲν μέλλοιμεν ἀγήρω τ᾿ ἀθανάτω τε
- ἔσσεσθαι
ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καταμανθάνων καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.
καί μοι πολλάκις ἔδοξεν - οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην - εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης, ὁ τὴν παρρησίαν, ὡς φασίν, ἀνειμένος, τοῦ τοὺς Ἀχαιοὺς Ἀχαιίδας προσειπόντος, διαρχεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.
πολλάκις δὲ μετὰ τοῦ Δημοσθένους καὶ μέτρα κώλων καὶ ῥυθμοὶ καὶ βάσεις οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβάξουσιν, ὥσπερ οὐδ’ Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθαρότητος. ἀλλ’ ἔοικε φύσει πως ὑπάρχειν, ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι. πόθεν γὰρ δὴ περιφρονοίην ἂν τὴν σὴν Καλλιόπην, τοιαύτην γε γιγνώσκων;
ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις, ἀλλὰ τῇ ὑποθέσει φημί, τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ χρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος· εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν,
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις,πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμὸν καὶ μητέρα Μελανώπην φασὶν ἢ νύμφην τῶν Δρυάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν. καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσι· τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον ἂν εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.
τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομον τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρὶς αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία. μὲν οὖν ἦν ἄν μοι περιττὴ πάντως, τὸ δ’ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ ποιητικὸν φῦλον ἐλεύθερον· σοὶ δ’ ἴσως εὐλάβεια τὸ τῆς παροιμίας σκῶμμα ἐπὶ τῇ ἀσυμμετρίᾳ ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ
θυλάκω.παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, χρυσέα κρηπὶς κατὰ Πίνδαρον· οὐ γὰρ ἦν Ἀθήνησι λαμπρότερον τιμήματος τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον. ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλυπτούσης.
Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τῶν ἐπαίνων ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα, μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσι τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δὲ ἐνταῦθα δή που πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δὲ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δὲ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν κωμάζειν ἐκ τῆς τῶν ἐπιτρόπῶν ὀλιγωρίας, ὁ τῆς φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος. ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεο- φράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.
κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλαττίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαίνουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δὲ οὐρανίου χρυσῆς τινος σειρᾶς ἕλξιν, οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμάτων, ἀλλ’ ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν ψυχῶν, ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι, φησὶν ὁ τραγικός.
ἔρωτι δὴ πάντα πόριμα,
κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασι καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει. σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τῶν ὀνομάτων καὶ τῶν νοημάτων τὴν ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων· μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχε τὸν λόγον.οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν. οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόξειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν· οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.
ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καἱ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα . . . . . καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην, διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον; Νὴ Δία γε, εἶπε, . . . . . δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ εἴχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρέσβεις καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί
μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν μικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, καὶ δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν, μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.
σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ τὸ κατ’ ἐμὲ εἶναι· τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμού- σης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι: σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσι περὶ τὰς Συρακουσίας τραπέξας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκου- σμάτων καὶ θεαμάτων ἐμπεσόντες ἡδονάς· οὐχ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἷμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅ τι σταίης. ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύ- ρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν ἀνδρείας, λημμάτων πολλῶν καὶ μεγάλων ὑπερο- ψίας, δικαιοσύνης φιλανθρωπίας πίστεως φρονήματος συνέσεως, ἑκάστου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων. ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρέσβεις δημηγορίας νόμους, ἐχεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα
τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυξάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν,
οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
- ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,
- ἢ τὰν κυανάμπυκα Θήβαν,
- ἢ τὸ πάντολμον σθένος Ἡρακλέους,
- ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν,
- ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν;
ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην, ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτὴν εἰς ταύτην κατάθου τοῦτον τὸν λογον. ἱκανή γ’ ἄν σοι οὐδ’ ἡ Περικλέους· ἐκείνου μέν γὲ τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ’ αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς ὑπὲρ τὴν φαντασίαν οὐδὲν ἔμμονον ἔχουσαν οὐδ’ οἷον ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους . . . . ἀλλὰ σοὶ καταλελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.