Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἔπειτα γενομένης ἡμέρας προσέταξε τοῖς ὑπηρέταις ἀθροῖσαι τὰ βέλη τὰ πεσόντα παρὰ τῶν Ῥοδίων, ἐκ τούτων βουλόμενος συλλογίσασθαι τῶν ἐν τῇ πόλει τὴν παρασκευήν.

ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων ἠριθμήθησαν πυρφόροι μὲν τοῖς μεγέθεσι παντοῖοι πλείους τῶν ὀκτακοσίων, ὀξυβελεῖς δὲ οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. τοσούτων δὲ βελῶν ἐνεχθέντων ἐν βραχεῖ χρόνῳ νυκτὸς ἐθαύμαζε τὴν χορηγίαν τῆς πόλεως καὶ τὴν ἐν τούτοις δαψίλειαν.

τότε μὲν οὖν ὁ Δημήτριος κατεσκεύασε τὰ πεπονηκότα τῶν ἔργων καὶ περί τε τὴν ταφὴν τῶν τελευτησάντων καὶ τὴν θεραπείαν τῶν τραυματιῶν ἐγίνετο.

καθʼ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους· οὐδὲν δʼ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν.

ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι

v.5.p.313
δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.

ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.

ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.