Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις.

προσφερομένων δʼ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν. φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δʼ ὑπὸ Δημητρίου

v.5.p.311
πεμφθέντες ἐπανῆλθον ἄπρακτοι.

ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους. τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους.

νυκτὸς δʼ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δʼ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.

οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.