Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφʼ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν. κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος· ἐφʼ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι

v.5.p.297
τοὺς μὲν ἀνεῖλον, τοὺς δʼ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν· συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους.

τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν. τούτων δὲ περὶ ταῦτʼ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων.

ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δʼ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων. τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων.

τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.

v.5.p.298