Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος.

κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις.

ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας.

οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο. δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ

v.5.p.295
χώματος, τρεῖς δʼ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος· ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς. ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.