Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.

καθʼ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετʼ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ

v.5.p.285
τυράννου.

ὁ δʼ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.

θαυμάσαι δʼ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθʼ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς.

τούτου γάρ ποτε συνδιωχθέντος εἰς περίστασιν ὁμολογουμένως ἀπεγνωσμένην καὶ διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων κινδύνων ἀπελπίσαντος μὲν τὰ κατὰ τὴν δυναστείαν, μέλλοντος δʼ ἐκ τῶν Συρακουσσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγὴν Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς “Διονύσιε” , φησίν, “καλὸν ἐντάφιον ἡ τυραννίς.”

παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον

v.5.p.286
ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι. ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.

Ἀγαθοκλῆς δʼ ἐπʼ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις. ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας.