Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους. τῆς δʼ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων.

προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς.

ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφʼ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν ὁ κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων· τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας.

οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων.

ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων

v.5.p.246
διαφθαρῆναι.

ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδʼ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.